3
ποταμοῖς, καὶ λίμναις, πλὴν εἴ τινες τῶν πηγῶν ἐπιπολαίαν ἔχουσαι τὴν τοῦ ὕδατος χο ρηγίαν, καὶ διαπηδήσεως ὄμβρων ἢ χιόνων πηγάζου σιν αἳ χειμάῤῥου τρόπον τῇ ἄνωθεν ἐπιῤῥοῇ συν απολήγουσί τε καὶ συναύξονται. Ἐφ' ὧν δὲ ἀένναον προχεῖται τὸ ῥεῖθρον, μηδεμιᾶς ἐλαττώσεως ἢ αὐξή σεως γενομένης, ἀναγκαίως τὸ μηδὲν ἀναλίσκεσθαι τῆς ὑγρᾶς οὐσίας ὁμολογεῖται. Οὐ γὰρ ἐνδέχεται τὸ δαπανώμενον ἐν τῷ ἴσῳ μέτρῳ πρὸς τὸ διηνεκὲς διαμένειν· ἀλλ' οὐδὲ τὸ πῦρ, εἴπερ τῷ ὄντι δαπανη τικὸν τοῦ ὕδατος ἦν, ἔμενεν ἂν ἐπὶ τοῦ ἰδίου μέτρου ἄναυξές τε καὶ ἄτροφον. Οὐ γάρ ἐστι δυνατὸν τῇ δαπανωμένῃ ὕλῃ τοῦ πυρὸς μὴ συναύξεσθαι φύσιν. Εἰ οὖν ταῦτα σὺ καὶ τὰ τοιαῦτα πολυπραγμονῶν, ὁ πᾶσι τοῖς ὑψηλοῖς ἐπεκτεινόμενος, καὶ τὰ ἐν τῷ ζόφῳ τῆς τοῦ Μωϋσέως ὀπτασίας κείμενα, αὐτός τε ἰδεῖν τῇ φρονήσει σου, μὴ πρὸς ἄλλον βλέπειν, ἀλλὰ πρὸς τὴν ἐν σοὶ χάριν, καὶ τῷ πνεύματι τῆς ἀποκαλύψεως τῷ διὰ τῶν προσευχῶν σοι φανερουμένῳ, τὰ θεῖα βάθη διερευνᾶσθαι. Ἐπεὶ δὲ χρὴ κατὰ τὸν ἀποστολικὸν νόμον εἴκειν ἀλλήλοις δι' ἀγάπης ἡμᾶς· ἴδιον δὲ τῆς ἐπαινετῆς δουλείας ἐστὶ, τὸ εἰς ἔργον ἀγαγεῖν τὰ ἐπιτάγματα, διὰ βραχέων ὡς ἔστι δυνα τὸν, τὴν περὶ τούτων ὑπόληψιν ἐκκαλύψαι πειράσο μαι, τῇ σῇ προσευχῇ συμμάχῳ πρὸς τὸν λόγον χρώ μενος. Τοῦτο δέ μοι πρὸ τῆς ἐγχειρήσεως διαμεμαρ τυρήσθω, τὸ μηδὲν ἡμᾶς ἀντιδογματίζειν τῷ ἁγίῳ Βασιλείῳ, περὶ τῶν κατὰ τὴν κοσμογονίαν αὐτῷ φι λοσοφηθέντων, μηδ' ἂν πρὸς ἑτέραν ἐξήγησιν ἔκ τινος ἀκολουθίας ὁ λόγος ἔλθῃ· ἀλλ' ἐκεῖνα μὲν κε κρατήσθω, καὶ μόνης τῆς θεοπνεύστου ∆ιαθήκης τὰ δευτερεῖα φερέσθω· τὰ δὲ ἡμέτερα ὡς ἐν γυμνασίῳ τινὶ σχολαστικῶς ἐπιχειρούμενα τοῖς ἐντυγχάνουσι προκείσθω, μηδεμιᾶς μηδενὶ διὰ τούτων βλάβης προσγινομένης, εἴ τι παρὰ τὴν κοινὴν ὑπόληψιν ἐν τοῖς λεγομένοις εὑρίσκοιτο. Οὐ γὰρ δόγμα τὸν λόγον ποιούμεθα, ὥστε ἀφορμὴν δοῦναι τοῖς διαβάλλουσιν· ἀλλ' ὁμολογοῦμεν ἐγγυμνάζειν μόνον ἑαυτῶν τὴν διάνοιαν, τοῖς προκειμένοις νοήμασιν, οὐ διδασκαλίαν ἐξηγητικὴν τοῖς ἐφεξῆς ἀποτίθεσθαι. Τὸ μὲν οὖν συμπλέκεσθαι πρὸς τὰς ἐνστάσεις τὰς ἀπὸ τῆς ἁγίας Γραφῆς ἡμῖν προτεινομένας, καὶ ἐκ τῶν περὶ πόδα παρὰ τοῦ διδασκάλου ἡμῶν ἑρμηνευθέντων, ὅσα δοκεῖ μὴ συμβαίνειν ταῖς κοιναῖς ὑπολήψεσι, μηδεὶς ἀπαιτείτω τὸν ἐμὸν λόγον. Οὐ γὰρ τοῦτό μοι πρόκειται, τὸ, συνηγορίαν τινὰ τοῖς ἐκ τοῦ προχείρου φαινομένοις ἐναντιώμασιν ἐπινοῆσαι· ἀλλά μοι συγχωρηθήτω κατ' ἐξουσίαν πρὸς τὸν ἴδιον σκοπὸν τὴν τῶν ῥητῶν ἐξετάσαι διάνοιαν· εἴπως ἡμῖν γένοιτο δυνατὸν, συμμαχίᾳ Θεοῦ, μενούσης τῆς λέξεως ἐπὶ τῆς ἰδίας ἐμφάσεως, συνηρτημένην τινὰ καὶ ἀκόλουθον ἐν τῇ κτίσει τῶν γεγονότων ἐπινοῆσαι τὴν θεωρίαν «Ἐν ἀρχῇ ἐποίησε, φησὶν, ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τὰ ἐφεξῆς ὅσα περι έχει τῆς κοσμογονίας ὁ λόγος, τὰ μὲν δὴ γεγενημένα κατὰ τὴν Ἑξαήμερον ταῦτα. Χρὴ δὲ, οἶμαι, πρὸ τῆς ἐξετάσεως τῶν γεγραμμένων, ἐκεῖνο διομολογη 69 θῆναι τῷ λόγῳ, ὅτι ἐπὶ τῆς θείας φύσεως σύνδρομός ἐστι τῇ βουλήσει ἡ δύναμις, καὶ μέτρον τῆς δυνά μεως τοῦ Θεοῦ τὸ θέλημα γίνεται· τὸ δὲ θέλημα σοφία ἐστίν. Σοφίας δὲ ἴδιον, τὸ μηδὲν ἀγνοεῖν ὅπως ἂν τὰ καθ' ἕκαστον γένοιτο. Τῇ δὲ γνώσει συμπέφυκε καὶ ἡ δύναμις· ὥστε ὁμοῦ ἔγνω τὸ δέον γενέσθαι, συνέδραμεν ἡ ἐξεργαστικὴ τῶν ὄντων ἰσχὺς, τὸ νο ηθὲν εἰς ἐνέργειαν ἄγουσα, καὶ οὐδὲν μετὰ τὴν γνῶσιν ὑφεστερίζουσα, ἀλλὰ συνημμένως καὶ ἀδια στάτως συναναδείκνυται τῇ βουλῇ καὶ τὸ ἔργον.
∆ύναμις γάρ ἐστιν ἡ βουλὴ κατὰ ταυτὸν, καὶ ὅπως ἂν τὰ ὄντα γένοιτο προβουλεύουσα, καὶ τὰς ἀφορμὰς πρὸς τὴν τῶν νοηθέντων ὕπαρξιν ἐκπορίζουσα. Ὡς ὁμοῦ τὰ πάντα τοῦ Θεοῦ περὶ τὴν κτίσιν νοεῖσθαι, τὸ θέλημα, τὴν σοφίαν, τὴν δύναμιν, τὴν οὐσίαν τῶν ὄντων. Τούτου δὲ οὕτως ἔχοντος, οὐκέτ' ἄν τις στε νοχωροῖτο περὶ τῆς ὕλης διερευνώμενος, τὸ πῶς καὶ τὸ πόθεν ἐπιζητῶν· οἷα δὴ λεγόντων ἔστιν ἀκούειν, Εἰ ἄῦλός ἐστιν ὁ Θεὸς, πόθεν ἡ ὕλη, πῶς τὸ ποσὸν ἐκ τοῦ ἀπόσου, καὶ ἐκ τοῦ ἀόπτου τὸ ὁρατὸν, καὶ ἐκ τοῦ ἀμεγέθους τε καὶ ἀορίστου, τὸ