1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

εὐάρεστον καὶ τέλειον, θέλημα τέλειον τοῦ θεοῦ λέγων τὸ ὑπὸ εὐσεβείας μορφωθῆναι ψυχήν, ἣν εἰς ἄκρον ἀνθίζει κάλλος ἡ τοῦ πνεύματος χάρις, τοῖς τοῦ μορφουμένου συγγενομένη πόνοις. ἡ μὲν οὖν τοῦ σώματος πρὸς τὸ ἀνελθεῖν ἐπίδοσις οὐδὲν ἐφ' ἡμῖν· οὐ γὰρ τῇ τοῦ ἀνθρώπου γνώμῃ καὶ ἡδονῇ μετρεῖ τὸ μέγεθος ἡ φύσις, ἀλλὰ τῇ αὐτῆς ὁρμῇ καὶ ἀνάγκῃ· τὸ δὲ τῆς ψυχῆς ἐν τῇ τῆς γεννή σεως ἀνανεώσει μέτρον καὶ κάλλος, ὃ παρέχει διὰ τῆς τοῦ δεχομένου σπουδῆς ἡ τοῦ πνεύματος χάρις, τῆς ἡμετέ ρας ἤρτηται γνώμης· ὅσον γὰρ ἐκτείνεις τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, τοσοῦτον καὶ τὸ τῆς ψυχῆς συνεκτείνεται μέγεθος, διά τε ἀγώνων καὶ πόνων ὑπὲρ ὧν καὶ ὁ κύριος ἡμῶν ἐγκελεύεται λέγων. Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας· καὶ πάλιν Βιάζεσθε· βιασταὶ γὰρ ἁρπά ζουσι τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ Ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται· καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· καὶ ὁ ἀπόστολος δὲ ∆ι' ὑπο μονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα· καὶ Οὕτως, φησί, τρέχετε ἵνα καταλάβητε· καὶ πάλιν Ὡς θεοῦ διά κονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς. διὰ τοῦτο δὲ παρα καλεῖ τρέχειν καὶ ἐγκελεύεται συντόνως ἔχεσθαι τῶν ἀγώνων, ἐπειδὴ τοῖς τοῦ δεχομένου πόνοις ἡ δωρεὰ μετρεῖται τῆς χάριτος· τὴν μὲν γὰρ ἀίδιον ζωὴν καὶ 8,1.47 τὴν ἄῤῥητον ἐν οὐρανοῖς εὐφροσύνην ἡ τοῦ πνεύματος δωρεῖται χάρις, τὴν δὲ ἀξίαν τοῦ δέξασθαι τὰ δῶρα καὶ ἀπολαῦσαι τῆς χάριτος ὁ διὰ τῆς πίστεως περὶ τοὺς πόνους ἔρως παρέχει. συνελθοῦσαι δὲ εἰς ταὐτὸν δικαιοσύνης ἔργον καὶ πνεύματος χάρις, εἰς ἣν συνῆλθον ψυχήν, ταύτην ζωῆς μακαρίας μετ' ἀλλήλων ἐνέπλησαν· διαζυγεῖσαι δὲ ἀπ' ἀλλήλων οὐδὲν τῇ ψυχῇ κέρδος παρέχουσιν· ἥ τε γὰρ τοῦ θεοῦ χάρις ψυχαῖς φευγούσαις τὴν σωτηρίαν οὐκ ἔχει φύσιν ἐπιφοιτᾶν, ἥ τε τῆς ἀνθρωπείας ἀρετῆς δύναμις οὐκ ἐξαρκεῖ καθ' ἑαυτὴν πρὸς τὸ τῆς ζωῆς εἶδος ἀναβι βάσαι ψυχὰς ἀμοιρούσας τῆς χάριτος.

Ἐὰν γάρ, φησί, μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιᾷ ὁ οἰκοδομῶν· καὶ πάλιν Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίτοι ῥομφαίαις καὶ βραχίοσιν πρὸς τοὺς ἀγῶνας χρωμένων, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. τί τοῦτο λέγων; τὴν ἄνωθεν εἰς τοὺς ἐργάτας τοῦ κυρίου συμμαχίαν, καὶ ἅμα τὸ μὴ δεῖν φρονεῖν ταῖς ἀνθρωπίναις σπουδαῖς τοὺς νομίζοντας ἐν τοῖς ἑαυτῶν πόνοις ὅλον κεῖσθαι τὸν στέφανον, ἀλλὰ ἀναφέρειν ἐπὶ τὸ τοῦ θεοῦ θέλημα τὰς περὶ τοῦ τέλους ἐλπίδας. ∆εῖ οὖν εἰδέναι τί τὸ θέλημα τοῦ θεοῦ, πρὸς ὃ βλέποντα σπουδάζειν <χρὴ> τὸν τῆς μακαρίας ζωῆς ὀρεγόμενον καὶ πρὸς ἐκείνην ἐπιθυμοῦντα τὸν ἑαυτοῦ διαθεῖναι βίον. 8,1.48 ἔστιν οὖν θέλημα τέλειον τοῦ θεοῦ τὸ καθᾶραι διὰ τῆς χάριτος τὴν ψυχὴν παντὸς μολυσμοῦ, τῶν τοῦ σώματος ἡδονῶν ὑψηλοτέραν ποιήσαντα, καὶ προσάγειν αὐτὴν καθα ρὰν τῷ θεῷ, ποθοῦσαν καὶ δυναμένην ἰδεῖν τὸ νοητὸν ἐκεῖνο καὶ ἄφραστον φῶς. τοὺς τοιούτους καὶ ὁ κύριος μακαρίζει λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται· καὶ ἐν ἄλλοις παραγγέλλει· Γίνεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν. ἐπὶ ταύτην τὴν τελειότητα καὶ ὁ ἀπόστολος παρα καλεῖ τρέχειν λέγων· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος· καὶ ὁ ∆αβὶδ πνεύματι λαλῶν διδάσκει τοὺς ὀρθῶς φιλοσοφεῖν θέλοντας τὴν τῆς ἀληθινῆς φιλοσοφίας ὁδόν, δι' ἧς χρὴ βαδίζειν πρὸς τὸν τέλειον σκοπόν, αἰτοῦντας παρὰ τοῦ διδόν τος ἅπερ διὰ τοῦ ∆αβὶδ τὸ πνεῦμα διδάσκει· Γενηθήτω, φησίν, ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. φοβεῖσθαι κελεύει τὴν αἰσχύνην καὶ ἀπο δύεσθαι καθάπερ ἐσθῆτα ῥυπῶσαν καὶ ἄτιμον τοὺς ἐκείνην ἐκ τῆς κακίας περιθεμένους· πάλιν γάρ φησιν· Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. ὁρᾷς ὡς ἐν τῷ πληρώματι τῶν ἐντολῶν τίθεται τὸ πνεῦμα 8,1.49 τὴν παρρησίαν· καὶ πάλιν