1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

γνωρίζεσθαι πᾶσιν, ὅπως θεαταὶ τούτων γενόμενοι, οὐκ εἶπε "1θαυμάσωσι τὸν ἐπιδεικνύ μενον"2, ἀλλὰ "1δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς."2 ἐκεῖ γὰρ κελεύει πᾶσαν ἀναφέρεσθαι δόξαν καὶ πρὸς τὸ ἐκείνου θέλημα πᾶσαν ἀπαρτίζεσθαι πρᾶξιν, παρ' ᾧ καὶ ὁ μισθὸς ἀπόκειται τῶν τῆς ἀρετῆς ἔργων. σὲ δὲ κελεύει φεύγειν καὶ ἀποστρέφεσθαι τὴν ἀπὸ τῶν γλωσσῶν καὶ τῆς γῆς εὐφημίαν· ὁ δὲ ταύτην ζητῶν καὶ πρὸς ταύτην ἕλκων τὸν βίον οὐ τῆς αἰωνίου δόξης ἀποστε ρεῖται μόνον, ἀλλ' ἤδη προσδοκάτω καὶ τιμωρίαν· Οὐαὶ γάρ, φησίν, ὅταν καλῶς ὑμᾶς εἴπωσι πάντες οἱ ἄνθρωποι. φεῦγε οὖν πᾶσαν ἀνθρωπίνην τιμήν, ἧς τὸ πέρας αἰσχύνη καὶ ἀτιμία αἰώνιος, καὶ ὀρέγου τῶν ἄνω ἐπαίνων, τὸ τοῦ ∆αβὶδ λέγων· Παρὰ σοῦ ὁ ἔπαινός μου· καὶ Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ὁ δὲ μακάριος ἀπόστολος οὐδὲ τὸν ἐσθίοντα κελεύει ῥᾳθύμως μετέχειν τῆς προκειμένης τροφῆς, ἀλλ' ἀποδιδόναι πρότερον τὴν δόξαν τῷ δεδωκότι τὰς τοῦ ζῆν ἀφορμάς· οὕτω μέχρι παντὸς παρεγγυᾶται τὰς μὲν παρὰ τῶν ἀνθρώπων ἀτιμάζειν δόξας, τὴν δὲ παρὰ τοῦ μόνου θεοῦ ζητεῖν. ὁ γὰρ οὕτως ἔχων πιστὸς ὀνομά ζεται παρὰ τοῦ κυρίου· τὸν δὲ τῆς ἐνταῦθα τιμῆς ἐφιέμενον 8,1.53 τοῖς ἀπίστοις ἐγκαταλέγει· Πῶς γὰρ δύνασθε, φησίν, ὑμεῖς πιστεύειν δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τὸ δὲ μῖσος ὁποῖόν ἐστιν, ἄκουσον τοῦ Ἰωάννου λέγοντος· Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον. ἐκβάλλει τῆς ζωῆς τὸν μισοῦντα τὸν ἀδελφὸν ὥσπερ τὸν ἀνδροφόνον, μᾶλλον δὲ ἄντικρυς φόνον ὀνομάζει τὸ μῖσος· ὁ γὰρ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἀνελὼν καὶ διαφθείρας καὶ ἀντὶ φίλου πολέμιος γεγονὼς εἰκότως ἄν †τις συναριθμοῖτο, τὴν ἐκείνων πρὸς τοὺς ἐπιβουλευομένους ἔχθραν κεκρυμμέ νην τῷ πλησίον φυλάσσων· ὡς δὲ οὐδεμία διαφορὰ τῶν ἔνδον κεκρυμμένων κακῶν πρὸς τὰ ἐμφανῆ καὶ ὁρώμενα, σαφῶς διὰ τούτων δηλοῖ ὁ ἀπόστολος συνάγων αὐτὰ καὶ ὁμοτίμως ἀπαριθμούμενος· Καθὼς οὐκ ἐδοκίμασαν, φησί, τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσῃ ἀδικίᾳ πορνείᾳ πονηρίᾳ πλεονεξίᾳ κακίᾳ· μεστοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας· ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας ἐφευρετὰς κα κῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας, οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου 8,1.54 εἰσίν, <οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν>.

Ὁρᾷς πῶς τὴν κακοήθειαν καὶ τὴν ὑπερηφανίαν καὶ τὸν δόλον καὶ τὰ λοιπὰ τῶν κρυπτῶν τῷ φόνῳ καὶ τῇ πλεονεξίᾳ καὶ τοῖς τοιούτοις πᾶσι συνέπλεξε; τί δὲ αὐτὸς ὁ κύριος βοᾷ λέγων· Τὸ ὑψηλὸν παρὰ τοῖς ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ ἐστιν, καὶ Ὁ ὑψῶν ἑαυτὸν ταπεινω θήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ κυρίῳ πᾶς ὑψηλοκάρδιος· πολλὰ δὲ καὶ ἐν ταῖς ἄλλαις γραφαῖς εὕροι τις ἂν εἰς κατηγορίαν τῶν ταῖς ψυχαῖς ἐγκρυπτομένων παθῶν. οὕτω δέ ἐστι πονηρὰ ταῦτα καὶ δυσίατα καὶ τὴν ἰσχὺν ἐν τῷ βάθει τῆς ψυχῆς κεκτημένα, ὥστε μὴ δυνατὸν εἶναι διὰ μόνης τῆς ἀνθρωπίνης σπουδῆς καὶ ἀρετῆς ἐκτρῖψαι καὶ ἀνελεῖν, εἰ μή τις τὴν τοῦ πνεύματος δύναμιν σύμμαχον δι' εὐχῆς προσλαβὼν ἐπικρατήσειεν τῆς ἔνδον τυραννούσης κακίας, ὡς αὐτὸ διδάσκει τὸ πνεῦμα τῇ τοῦ ∆αβὶδ φωνῇ χρώμενον· Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. ∆ύο γὰρ ὄντων [ἀνθρώπων], ἐξ ὧν ὁ εἷς ἄνθρωπος ἥρμοσται, ψυχῆς τε καὶ σώματος, καὶ τοῦ μὲν ἔξωθεν 8,1.55 περιέχοντος, τῆς δὲ ἔνδον παρὰ τὸν βίον μενούσης, τῷ μὲν δεῖ καθάπερ ναῷ θεοῦ παραγρυπνεῖν, τηροῦντα μή τι τῶν φανερῶν ἁμαρτημάτων προσπεσὸν κατασείσῃ καὶ δια φθείρῃ· περὶ τούτου γὰρ ἀπειλεῖ καὶ ὁ ἀπόστολος λέγων· Ὁ φθείρων τὸν ναὸν τοῦ θεοῦ φθερεῖ τοῦτον ὁ θεός· τὴν δὲ ἔνδον χρὴ διὰ πάσης φρουρεῖν φυλακῆς, μή τις λόχος