1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

3

γῇ, ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Ὁρᾷς ὅτι τὸν νήπιον πανταχοῦ τὸν θηλάζοντα λέγει; Εἶτα προορῶν τῷ πνεύματι τῶν μελλόντων ἀνδρῶν τὴν ἀναισχυντίαν οὐχὶ τῷ παραδείγματι τούτῳ μόνον ἠρκέσθη, ἀλλὰ καὶ δευτέρῳ καὶ τρίτῳ τοῦτο βέβαιον ἡμῖν ἐποίησε. Καθάπερ γὰρ ὁ Μωϋσῆς πρὸς Ἰουδαίους ἀποστελλόμενος τριῶν σημείων ἐλάμβανεν ἀπόδειξιν, ἵνα, ἐὰν ἀπιστήσωσι τῷ προτέρῳ, τῆς τοῦ δευτέρου φωνῆς ἀκούσωσι, ἂν δὲ καὶ ταύτης καταφρονήσωσι, τὸ τρίτον αἰσχυνθέντες καταδέξωνται τὸν προφήτην, οὕτω καὶ οὗτος τρία τίθησιν ὑποδείγματα· ἓν μὲν τὸ τοῦ παιδίου, λέγων· «Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐφρόνουν», δεύτερον τὸ τοῦ ἐσόπτρου καὶ τρίτον τὸ τοῦ αἰνίγματος. Εἰπὼν γάρ· «Ὅτε ἤμην νήπιος», ἐπήγαγε· «Βλέπομεν δὲ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι.» Ἰδοὺ καὶ δεύτερον ὑπόδειγμα τῆς παρούσης ἀσθενείας καὶ τοῦ ἀτελῆ τὴν γνῶσιν εἶναι· τρίτον πάλιν τὸ «ἐν αἰνίγματι». Καὶ γὰρ τὸ παιδίον ὁρᾷ μὲν πολλὰ καὶ ἀκούει καὶ φθέγγεται, τρανὸν δὲ οὐδὲν οὔτε ὁρᾷ, οὔτε ἀκούει, οὔτε φθέγγεται· καὶ φρονεῖ μέν, οὐδὲν δὲ διηρθρωμένον. Οὕτω καὶ ἐγὼ οἶδα πολλά, οὐκ ἐπίσταμαι δὲ αὐτῶν τὸν τρόπον. Ὅτι μὲν γὰρ πανταχοῦ ἔστιν ὁ Θεὸς οἶδα καὶ ὅτι ὅλως ἔστι πανταχοῦ· τὸ δὲ πῶς οὐκ οἶδα. Ὅτι ἄναρχός ἐστι καὶ ἀΐδιος οἶδα· τὸ δὲ πῶς οὐκ οἶδα. Οὐ γὰρ δέχεται λογισμὸς εἰδέναι πῶς οἷόν τε οὐσίαν εἶναι, μήτε παρ' ἑαυτῆς μήτε παρ' ἑτέρου τὸ εἶναι ἔχουσαν. Οἶδα ὅτι Υἱὸν ἐγέννησεν, τὸ δὲ πῶς ἀγνοῶ· οἶδα ὅτι τὸ Πνεῦμα ἐξ αὐτοῦ, τὸ δὲ πῶς ἐξ αὐτοῦ οὐκ ἐπίσταμαι. Βρώματα ἐσθίω, τὸ δὲ πῶς μερίζονται εἰς φλέγμα, εἰς αἷμα, εἰς χυμόν, εἰς χολήν, ἀγνοῶ. Ταῦτα ἅπερ βλέπομεν καθ' ἑκάστην ἡμέραν ἐσθίοντες ἀγνοοῦμεν, καὶ τὴν οὐσίαν τοῦ Θεοῦ πολυπραγμονοῦμεν; Ποῦ τοίνυν εἰσὶν οἱ τὸ πᾶν ἀπειληφέναι τῆς γνώσεως λέγοντες, οἱ πρὸς τὸ βάραθρον τῆς ἀγνωσίας καταπεσόντες; Οἱ γὰρ κατὰ τὸ παρὸν λέγοντες ἀπειληφέναι τὸ πᾶν, εἰς τὸ μέλλον ἐρήμους ἑαυτοὺς τῆς παντελοῦς καθιστῶσι γνώσεως. Ἐγὼ μὲν γὰρ ὁ λέγων ὅτι ἐκ μέρους γινώσκω, κἂν εἴπω ὅτι καταργεῖται ἡ γνῶσις αὕτη, πρὸς τὸ βέλτιον καὶ τελειότερον ὁδεύω, καταργηθείσης τῆς μερικῆς καὶ γενομένης τελειοτέρας· ἐκεῖνος δὲ ὁ λέγων παντελῆ καὶ ὁλόκληρον καὶ τελείαν ἔχειν τὴν γνῶσιν, εἶτα ὁμολογῶν αὐτὴν καταργεῖσθαι ἐν τῷ μέλλοντι, ἔρημον ἑαυτὸν ἀποφαίνει τῆς γνώσεως, ταύτης μὲν καταργουμένης, ἑτέρας δὲ τελειοτέρας οὐκ ἐπεισαγομένης, εἴπερ αὕτη ἐστὶ κατ' αὐτοὺς ἡ τελεία. Ὁρᾶτε πῶς φιλονεικοῦντες ἐνταῦθα τὸ πᾶν ἔχειν, οὔτε τὸ ἐνταῦθα ἕξουσι, καὶ ἐκεῖ τοῦ παντὸς ἑαυτοὺς ἐκβαλοῦσι; Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν εἴσω τῶν ὅρων ὧν ἐξ ἀρχῆς ἡμῖν ἔταξεν ὁ Θεός. Οὕτω καὶ ὁ Ἀδὰμ ἐλπίδι πλείονος τιμῆς καὶ τῆς οὔσης ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τῶν φιλαργύρων γίνεται· πολλοὶ πολλάκις μειζόνων ἐπιθυμοῦντες καὶ τὰ παρόντα ἀπώλεσαν· οὕτω καὶ οὗτοι προσδοκῶντες ἐνταῦθα τὸ πᾶν ἔχειν, καὶ τοῦ μέρους ἐξέπεσον. ∆ιὸ παραινῶ φεύγειν αὐτῶν τὴν μανίαν· μανίαν γὰρ ἔγωγέ φημι εἶναι ἐσχάτην τὸ φιλονεικεῖν εἰδέναι τί τὴν οὐσίαν ἐστὶν ὁ Θεός. Καὶ ἵνα μάθῃς ὅτι μανίας ἐσχάτης τοῦτο, ἀπὸ τῶν προφητῶν ὑμῖν τοῦτο ποιήσω φανερόν· οἱ γὰρ προφῆται οὐ μόνον τί τὴν οὐσίαν ἐστὶν ἀγνοοῦντες φαίνονται, ἀλλὰ καὶ περὶ τῆς σοφίας αὐτοῦ πόση τίς ἐστιν ἀποροῦσι· καίτοι γε οὐχ ἡ οὐσία ἀπὸ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας. Ὅταν δὲ μηδὲ ταύτην δύνωνται καταλαμβάνειν οἱ προφῆται μετὰ ἀκριβείας, πόσης ἂν εἴη μανίας τὸ τὴν οὐσίαν αὐτὴν νομίζειν δύνασθαι τοῖς οἰκείοις ὑποβάλλειν λογισμοῖς; Ἀκούσωμεν τοίνυν τί φησιν ὁ προφήτης περὶ αὐτῆς· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ.» Μᾶλλον δὲ ἀνωτέρω τὸν λόγον ἀγάγωμεν· «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης.» Τί ἐστι «φοβερῶς»; Πολλὰ θαυμάζομεν μόνον, ἀλλ' οὐ μετὰ φόβου, οἷον κιόνων κάλλος, τοίχων ζωγραφίαν, ἄνθη σωμάτων· θαυμάζομεν πάλιν τῆς θαλάσσης τὸ πέλαγος καὶ τὸν ἄπειρον βυθόν, ἀλλὰ μετὰ φόβου, ὅταν πρὸς τὸ βάθος κατακύψωμεν. Οὕτω τοίνυν καὶ ὁ προφήτης πρὸς τὸ ἄπειρον καὶ ἀχανὲς πέλαγος τῆς τοῦ Θεοῦ κατακύψας σοφίας καὶ ἰλιγγιάσας,