1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

9

Ἐκεῖνος οὐκ ἀπεφήνατο, ἀλλὰ μαθεῖν ἠθέλησε, καὶ οὐκ ἔτυχε συγγνώμης· σὺ δὲ καὶ εἰδέναι διϊσχυριζόμενος τὰ πᾶσιν ἀθέατα καὶ ἀκατάληπτα, ποίαν ἕξεις ἀπολογίαν; τίνα δὲ οὐκ ἐπισπάσῃ κατὰ σαυτοῦ τιμωρίαν; Ἀλλ' οἱ μὲν περὶ γεννήσεως λόγοι τοὺς προσήκοντας ἀναμενέτωσαν καιρούς· τέως δὲ ὁδῷ βαδίζωμεν ἐπὶ τὴν προτέραν ὑπόθεσιν, ἧς πρώην τὰ λείψανα κατελίπομεν, τὴν ὀλεθρίαν ἐκσπάσαι ῥίζαν ἐπιχειροῦντες, τὴν πάντων μητέρα τῶν κακῶν καὶ ὅθεν αὐτοῖς τὰ δόγματα ταῦτα ἐβλάστησε. Ποία δὲ ἡ ῥίζα τῶν κακῶν πάντων; Πιστεύσατε, φρίκη με κατέχει μέλλοντα αὐτὴν ἐκλαλεῖν· ὀκνῶ γὰρ διὰ γλώττης ἐκφέρειν ἃ μελετῶσιν ἐπὶ τῆς διανοίας ἐκεῖνοι διαπαντός. Τίς οὖν ἐστιν ἡ ῥίζα τούτων τῶν κακῶν; Ἐτόλμησεν ἄνθρωπος εἰπεῖν ὅτι Θεὸν οἶδα ὡς αὐτὸς ὁ Θεὸς ἑαυτὸν οἶδε. Ταῦτα οὖν ἐλέγχου δεῖται, ταῦτα ἀποδείξεως; οὐκ ἀρκεῖ μόνη ἡ προφορὰ τῶν ῥημάτων δεῖξαι πᾶσαν αὐτῶν τὴν ἀσέβειαν; Καὶ γὰρ μανία τίς ἐστι ταῦτα σαφὴς παραπληξία ἀσύγγνωστος, καινότερος ἀσεβείας τρόπος· οὐδεὶς τοιοῦτον οὐδὲν οὐδέποτε οὔτε εἰς νοῦν βαλέσθαι, οὔτε διὰ τῆς γλώττης προενεγκεῖν ἐτόλμησεν. Ἐννόησον, ἄθλιε καὶ ταλαίπωρε, τίς εἶ καὶ τίνα περιεργάζῃ· ἄνθρωπος ὢν Θεὸν πολυπραγμονεῖς; Ἀρκεῖ γὰρ τὰ ὀνόματα ψιλὰ τῆς ἀνοίας δεῖξαι τὴν ὑπερβολήν, ἄνθρωπος γῆ καὶ σποδὸς ὑπάρχων, σὰρξ καὶ αἷμα, χόρτος καὶ ἄνθος χόρτου, σκιὰ καὶ καπνὸς καὶ ματαιότης, καὶ εἴ τι τούτων ἀδρανέστερον καὶ εὐτελέστερον. Καὶ μὴ νομίσητε κατηγορίαν εἶναι τῆς φύσεως τὰ λεγόμενα· οὐδὲ γὰρ ἐγὼ ταῦτα λέγω, ἀλλ' οἱ προφῆται ταῦτα φιλοσοφοῦσιν, οὐκ ἀτιμάζοντες ἡμῶν τὸ γένος, ἀλλὰ καταστέλλοντες τῶν ἀνοήτων τὸ φύσημα· οὐκ ἐξευτελίζοντες ἡμῶν τὴν φύσιν, ἀλλὰ ταπεινοῦντες τῶν μαινομένων τὴν ἀπόνοιαν. Εἰ γὰρ τοσαῦτα καὶ τοιαῦτα εἰρηκότων ἐκείνων ὅμως ἐφάνησάν τινες οἱ τοῦ διαβόλου τὴν μεγαληγορίαν νικήσαντες, εἰ μηδὲν τούτων εἴρητο, ποῦ οὐκ ἂν ἐξελάκτισαν ἀπονοίας; εἰπέ μοι. Ἔχουσι τὸ φάρμακον ἐπικείμενον καὶ ἔτι φλεγμαίνουσι· καὶ ποῦ οὐκ ἂν ὄγκου καὶ ἀπονοίας ἐξεφυσήθησαν, εἰ μὴ τοσαῦτα καὶ τοιαῦτα ἀπεφήναντο περὶ τῆς φύσεως τῆς ἀνθρωπίνης ἐκεῖνοι; Ἄκουσον γοῦν τί φησιν ὁ δίκαιος πατριάρχης περὶ ἑαυτοῦ· «Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός.» Θεῷ διελέγετο, καὶ οὐκ ἐπῆρεν αὐτὸν ἡ παρρησία· αὕτη μὲν οὖν, αὕτη μετριάζειν αὐτὸν ἀνέπειθεν. Οὗτοι δὲ οὐδὲ τῆς σκιᾶς ὄντες ἄξιοι τῆς ἐκείνου, τῶν ἀγγέλων αὐτῶν μείζους ἑαυτοὺς εἶναι νομίζουσιν, ὅπερ ἐσχάτης ἐστὶ μανίας ἀπόδειξις. Θεόν, εἰπέ μοι, περιεργάζῃ τὸν ἄναρχον, τὸν ἀναλλοίωτον, τὸν ἀσώματον, τὸν ἄφθαρτον, τὸν πανταχοῦ παρόντα, καὶ πάντα ὑπερβαίνοντα καὶ ἀνωτέρω τῆς κτίσεως ἁπάσης ὄντα. Ἄκουσον τί φιλοσοφοῦσιν οἱ προφῆται περὶ αὐτοῦ καὶ φοβήθητι· «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Εἶδε μόνον καὶ ἐσάλευσε τὴν τοσαύτην καὶ τηλικαύτην γῆν. «Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται ... ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, καὶ οἱ στῦλοι αὐτῆς σαλεύονται· ὁ ἀπειλῶν τῇ θαλάσσῃ καὶ ξηραίνων αὐτήν· ὁ λέγων τῇ ἀβύσσῳ· Ἐρημωθήσῃ.» «Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων.» Πᾶσα ἡ κτίσις σαλεύεται, δέδοικε, τρέμει· μόνοι δὲ οὗτοι καταφρονοῦσιν, ὑπερορῶσιν, ἐξευτελίζουσι τὴν ἑαυτῶν σωτηρίαν· οὐ γὰρ ἂν εἴποιμι τὸν ἁπάντων ∆εσπότην. Πρώην μὲν οὖν αὐτοὺς ἀπὸ τῶν ἄνω δυνάμεων ἐσωφρονίζομεν, ἀγγέλων, ἀρχαγγέλων, τῶν Χερουβίμ, τῶν Σεραφίμ· νῦν δὲ ἀπὸ τῆς ἀναισθήτου κτίσεως, καὶ οὐδὲ ἐντεῦθεν ἐντρέπονται. Οὐχ ὁρᾷς τουτονὶ τὸν οὐρανόν, πῶς καλός, πῶς μέγας, πῶς τῷ ποικίλῳ τῶν ἄστρων ἐστεφάνωται χορῷ; πόσον διήρκεσε χρόνον; Πεντακισχίλια γὰρ καὶ πλείω λοιπὸν ἕστηκεν ἔτη, καὶ τὸ πλῆθος τοῦ χρόνου οὐκ ἐπήγαγεν αὐτῷ γῆρας· ἀλλ' ὥσπερ σῶμα νέον καὶ σφριγῶν ἀνθοῦσαν ἔχει καὶ ἐνακμάζουσαν αὐτῷ τῆς ἡλικίας τὴν ὥραν, οὕτω δὴ καὶ οὐρανὸς ὅπερ ἐξ ἀρχῆς ἔλαχε κάλλος διετήρησε καὶ οὐδὲν ὑπὸ τοῦ χρόνου γέγονεν ἀσθενέστερος. Ἀλλὰ