1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

19

θεωρίαις. ∆ιὸ φέρε αὐτὴν ἐκ τῶν οὐρανῶν καταβιβάσωμεν καὶ ψυχαγωγήσωμεν καταπεπληγμένην, ἐπὶ τὴν συνήθη καταφυγόντες παράκλησιν. Τίς δὲ αὕτη ἐστίν; Εὔχεσθαι τοὺς τὰ τοιαῦτα νοσοῦντας ὑγιᾶναί ποτε. Εἰ γὰρ ὑπὲρ τῶν ἐν νόσοις, ἐν μετάλλοις, ἐν σκληραῖς δουλείαις καὶ τῶν ἐνεργουμένων κελευόμεθα τὸν Θεὸν παρακαλεῖν, πολλῷ μᾶλλον ὑπὲρ τούτων, ἐπεὶ καὶ χαλεπωτέρα τοῦ δαίμονος ἡ ἀσέβεια. Ἐκείνη μὲν γὰρ ἔχει συγγώμην ἡ μανία, αὕτη δὲ πάσης ἀπολογίας ἡ νόσος ἐστέρηται. Ἀλλ' ἐπειδὴ τῆς ὑπὲρ τῶν ἐνεργουμένων ἐμνήσθην εὐχῆς, βούλομαί τι πρὸς τὴν ὑμετέραν διαλεχθῆναι ἀγάπην, καὶ νόσημα τῆς Ἐκκλησίας ἐκκόψαι χαλεπόν. Καὶ γὰρ ἄτοπον ἂν εἴη τοὺς ἔξωθεν μετὰ τοσαύτης ἰατρεύοντας ἐπιμελείας τῶν οἰκείων καταφρονεῖν μελῶν. Τί ποτ' οὖν ἐστι τὸ νόσημα; Τὸ πλῆθος τοῦτο τὸ ἄφατον, τὸ συγκεκροτημένον νῦν καὶ μετὰ τοσαύτης ἀκριβείας προσέχον τοῖς λεγομένοις, κατὰ τὴν φρικωδεστάτην ὥραν ἐκείνην πολλάκις ἐπιζητήσας ἰδεῖν οὐκ ἠδυνήθην, καὶ σφόδρα ἐστέναξα, ὅτι τοῦ μὲν συνδούλου διαλεγομένου πολλὴ ἡ σπουδή, ἐπιτεταμένη ἡ προθυμία, τῶν συνωθούντων ἀλλήλους καὶ μέχρι τέλους παραμενόντων, τοῦ δὲ Χριστοῦ φαίνεσθαι μέλλοντος ἐπὶ τῶν ἱερῶν μυστηρίων, κενὴ καὶ ἔρημος ἡ ἐκκλησία γίνεται. Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Ἀπὸ τῆς ῥᾳθυμίας ταύτης καὶ τοὺς ἐπαίνους τοὺς ἐπὶ τῇ κατὰ τὴν ἀκρόασιν σπουδῇ πάντας ἀπόλλυτε. Τίς γὰρ ὑμῶν οὐ καταγνώσεται καὶ ἡμῶν, ὅταν ἴδῃ τὸν καρπὸν τῆς ἀκροάσεως εὐθέως ὑμῖν διαρρυέντα; Εἰ γὰρ μετὰ ἀκριβείας προσείχετε τοῖς λεγομένοις, διὰ τῶν ἔργων ἂν ἐπεδείξασθε τὴν σπουδήν. τὸ δὲ εὐθέως ἀκούοντας ἀποπηδᾶν σημεῖόν ἐστι τοῦ μηδὲν δέξασθαι τῶν εἰρημένων καὶ ἐναποθέσθαι τῇ διανοίᾳ. Εἰ γὰρ ἐναπέκειτο τὰ λεγόμενα ταῖς ψυχαῖς, πάντως ἂν ὑμᾶς ἔνδον κατέσχε καὶ πρὸς τὰ φρικωδέστατα μετὰ πλείονος εὐσεβείας παρέπεμψε. Νῦν δὲ ὥσπερ κιθαρῳδοῦ τινος ἀκούσαντες, οὕτως ἔρημοι πάσης ὠφελείας, παυσαμένου τοῦ λέγοντος, ἀναχωρεῖτε. Ἀλλὰ τίς ἡ ψυχρὰ τῶν πολλῶν ἀπολογία; Εὔξασθαι, φησί, καὶ ἐπὶ τῆς οἰκίας δύναμαι, ὁμιλίας δὲ ἀκοῦσαι καὶ διδασκαλίας ἐπὶ τῆς οἰκίας οὐ δυνατόν. Ἀπατᾷς σαυτόν, ἄνθρωπε· εὔξασθαι μὲν γὰρ καὶ ἐπὶ τῆς οἰκίας δυνατόν, οὕτω δὲ εὔξασθαι ὡς ἐπὶ τῆς ἐκκλησίας ἀδύνατον, ὅπου πατέρων πλῆθος τοσοῦτον, ὅπου βοὴ πρὸς τὸν Θεὸν ὁμοθυμαδὸν ἀναπέμπεται. Οὐχ οὕτως εἰσακούῃ κατὰ σαυτὸν τὸν ∆εσπότην παρακαλῶν ὡς μετὰ τῶν ἀδελφῶν τῶν σῶν. Ἐνταῦθα γάρ ἐστί τι πλέον, οἷον ἡ ὁμόνοια καὶ ἡ συμφωνία καὶ τῆς ἀγάπης ὁ σύνδεσμος καὶ αἱ τῶν ἱερέων εὐχαί. ∆ιὰ γὰρ τοῦτο οἱ ἱερεῖς προεστήκασιν, ἵνα αἱ τοῦ πλήθους εὐχαὶ ἀσθενέστεραι οὖσαι, τῶν δυνατωτέρων τούτων ἐπιλαβόμεναι, ὁμοῦ συνανέλθωσιν αὐταῖς εἰς τὸν οὐρανόν. Ἄλλως δὲ τί γένοιτ' ἂν ὄφελος ὁμιλίας, ὅταν εὐχὴ μὴ ᾖ συνεζευγμένη; Πρότερον εὐχὴ καὶ τότε λόγος· οὕτω καὶ οἱ ἀπόστολοί φασιν· «Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσωμεν.» Οὕτω καὶ ὁ Παῦλος ποιεῖ ἐν τοῖς προοιμίοις τῶν ἐπιστολῶν εὐχόμενος, ἵν' ὥσπερ λύχνου φῶς, οὕτω τὸ τῆς εὐχῆς φῶς προοδοποιήσῃ τῷ λόγῳ. Ἐὰν ἐθίσῃς σεαυτὸν εὔχεσθαι μετὰ ἀκριβείας, οὐ δεήσῃ τῆς παρὰ τῶν συνδούλων διδασκαλίας, αὐτοῦ σοι τοῦ Θεοῦ χωρὶς μεσίτου τινὸς καταυγάζοντος τὴν διάνοιαν. Εἰ δὲ εὐχὴ μόνου τοσαύτην ἔχει δύναμιν, πολλῷ μᾶλλον ἡ μετὰ πλήθους· μείζονα γὰρ ταύτης τὰ νεῦρα καὶ πλείων ἡ παρρησία πολλῷ τῆς ἐν οἰκίᾳ καὶ κατ' ἰδίαν. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Παύλου λέγοντος ἄκουσον· «Ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, ἠλπίκαμεν δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν, ἵνα τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.» Οὕτω καὶ Πέτρος τὸ δεσμωτήριον διέφυγε. «Προσευχὴ γὰρ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας ὑπὲρ αὐτοῦ γινομένη πρὸς τὸν Θεόν.» Εἰ δὲ Πέτρον ὠφέλησε τῆς Ἐκκλησίας ἡ εὐχὴ καὶ τὸν στῦλον ἐκεῖνον ἐξέβαλε τοῦ δεσμωτηρίου, πῶς σὺ καταφρονεῖς τῆς δυνάμεως αὐτῆς, εἰπέ μοι, καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἄκουσον καὶ αὐτοῦ τοῦ Θεοῦ