1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

28

5 Τοῦ αὐτοῦ περὶ ἀκαταλήπτου λόγος εʹ. Ἐπειδὰν μέλλῃ τις μακροτέρας ὑποθέσεως ἅπτεσθαι καὶ πολλῶν δεομένης λόγων καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ καὶ δύο καὶ τρισίν, ἀλλ' ἐν πολλῷ πλείοσι περαιουμένης, ἀναγκαῖον εἶναι νομίζω τῷ τοιούτῳ μὴ πᾶσαν ἀθρόως μηδὲ ὑφ' ἓν ἐπιτιθέναι τῇ τῶν ἀκροατῶν διανοίᾳ τὴν διδασκαλίαν, ἀλλ' εἰς πολλὰ τὸ ὅλον κατατέμνοντα μέρη κοῦφον καὶ εὔληπτον τῷ κατακερματισμῷ

τοῦτο ποιεῖν τὸ τοῦ λόγου φορτίον. Καὶ γὰρ καὶ γλῶττα καὶ ἀκοὴ καὶ ἕκαστον τῶν αἰσθητηρίων ἡμῖν μέτρα καὶ

κανόνας καὶ ὅρους ἔχει κειμένους, κἂν ἐπιχειρήσῃ τούτους ὑπερβῆναι τίς ποτε τοὺς ὅρους καὶ τῆς οὔσης ἐκπίπτει δυνάμεως. Τί γὰρ γλυκύτερον φωτός, εἰπέ μοι; τί δὲ ἥδιον ἀκτῖνος; ἀλλ' ὅμως τὸ γλυκὺ τοῦτο καὶ ἡδύ, ὅταν ὑπὲρ τὸ μέτρον ἡμῶν ὁμιλήσῃ, τοῖς ὄμμασιν ἐπαχθὲς γίνεται καὶ φορτικόν. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς νύκτα ἐνομοθέτησεν εἶναι μετὰ τὴν ἡμέραν, ἵνα πεπονηκότας παραλαβοῦσα τοὺς ὀφθαλμοὺς καταστείλῃ τὰ βλέφαρα, κοιμήσῃ τὰς κόρας, ἀναπαύσῃ καμοῦσαν ἡμῖν τὴν ὀπτικὴν δύναμιν καὶ πρὸς τὴν τῆς μελλούσης ἡμέρας θεωρίαν ἐπιτηδειοτέραν παρασκευάσῃ. ∆ιὰ τοῦτο καὶ ἐγρήγορσις καὶ ὕπνος ἐναντία ὄντα ἀλλήλοις, ἀπὸ τῆς συμμετρίας ὁμοίως ἀλλήλοις ἥδιστα γίνεται καὶ γλυκὺ καλοῦντες τὸ φῶς, γλυκὺν ὁμοίως καλοῦμεν καὶ τὸν ὕπνον τὸν ἀπάγοντα ἡμᾶς τοῦ φωτός. Οὕτως ἡ ἀμετρία πανταχοῦ βαρὺ καὶ ἐπαθχές, καὶ τὸ σύμμετρον ἡδὺ καὶ χρήσιμον ἡμῖν καὶ προσηνές. ∆ιὰ δὴ τοῦτο καὶ ἡμεῖς τετάρτην ἢ καὶ πέμπτην ἡμέραν ἔχοντες λοιπόν, ἐξ οὗ τὸν περὶ ἀκαταλήπτου κινοῦμεν λόγον, οὐδέπω καὶ τήμερον αὐτὸν ἀπαρτίσαι παρεσκευάσμεθα ἀλλὰ τὰ σύμμετρα πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπόντες πάλιν ἀναπαῦσαι τὴν διάνοιαν ὑμῶν ἐγνώκαμεν. Ποῦ τοίνυν πρώην τὸν λόγον κατελίπομεν; ἀνάγκη γὰρ ἐκεῖθεν αὐτὸν ἀνελέσθαι πάλιν, ἐπειδὴ μία τίς ἐστι διδασκαλίας ἀκολουθία. Ἐλέγομεν τότε ὅτι τῆς βροντῆς ὁ υἱὸς εἶπεν ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο.» Τήμερον ἀναγκαῖον μαθεῖν ποῦ τοῦτο αὐτὸς ἐξηγήσατο ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. «Ἀπεκρίθη, φησί, τοῖς Ἰουδαίοις καὶ εἶπεν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα.» Ὅρασιν πάλιν ἐνταῦθα τὴν γνῶσιν λέγει. Καὶ οὐκ εἶπεν ἁπλῶς ὅτι «Οὐδεὶς οἶδε τὸν Πατέρα» καὶ ἐσίγησεν, ἵνα μή τις περὶ ἀνθρώπων τοῦτο λέγεσθαι νομίζῃ μόνον, ἀλλὰ βουλόμενος δεῖξαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχάγγελοι, οὔτε αἱ ἄνω δυνάμεις, τῇ ἐπαγωγῇ τοῦτο δῆλον ἐποίησεν. Εἰπὼν γάρ· «Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακε πώποτε», ἐπήγαγεν· «εἰ μὴ ὁ ὢν ἐκ τοῦ Θεοῦ, οὗτος ἑώρακε τὸν Πατέρα». Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς· Οὐδείς, πολλοὶ τῶν ἀκουσάντων ἴσως ἂν περὶ τῆς ἡμετέρας ἐνόμισαν αὐτὸ φύσεως εἰρῆσθαι μόνον· νῦν δὲ εἰπών «Οὐδεὶς» καὶ προσθείς· «εἰ μὴ ὁ Υἱὸς», τῇ προσθήκῃ τοῦ μονογενοῦς ἅπασαν τὴν κτίσιν ἀπέκλεισε. Τί οὖν, φησί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐδαμῶς· οὐδὲ γὰρ τῆς κτίσεως τοῦτο μέρος· τὸ δὲ «Οὐδεὶς», τοῦτο ἀεὶ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως κεῖται μόνης· καὶ οὔτε, ἂν περὶ Πατρὸς λέγηται, τὸν Υἱὸν ἐξωθεῖται, οὔτε, ἂν περὶ Υἱοῦ, τὸ Πνεῦμα ἐκβάλλει. Καὶ ἵνα αὐτὸ τοῦτο ἐντεῦθεν ἤδη ποιήσω φανερὸν ὅτι τὸ «οὐδεὶς» οὐ πρὸς ἀθέτησιν τοῦ Πνεύματος, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως εἴρηται περὶ αὐτῆς ταύτης τῆς γνώσεως, ἣν μόνου τοῦ Υἱοῦ φησιν εἶναι, ἀκούσωμεν τί διαλεγόμενος Παῦλος Κορινθίοις φησί. Τί οὖν φησί; «Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ὥσπερ οὖν ἐνταῦθα τὸ «οὐδεὶς» λεγόμενον οὐκ ἐκβάλλει τὸν Υἱόν, οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ τὸ «οὐδεὶς» τεθὲν οὐκ ἐξωθεῖται τὸ Πνεῦμα τὸ ἅγιον. Ὅθεν δῆλον ὡς ἀληθὲς τὸ εἰρημένον. Εἰ γὰρ λέγων ὅτι «Οὐδεὶς