1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

3

οὔτε ἐκεῖ δυναμένῳ τοὺς πειθομένους αὐτῷ καὶ προσήκοντας ὠφελεῖν; Μὴ οὖν δυσχεράνητε τοῖς εἰρημένοις· καὶ γὰρ ἐγὼ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μόνον, ἀλλὰ καὶ ὅταν ἐγκαλῇ διορθοῦσθαι, τότε φαίην ἂν μάλιστά με φιλεῖν. Τὸ μὲν γὰρ ἁπλῶς πάντα ἐπαινεῖν, καὶ τὰ καλῶς ἔχοντα καὶ τὰ μὴ καλῶς, οὐκέτι φιλοῦντος, ἀλλ' ἀπατεῶνος καὶ εἴρωνος· τὸ δὲ ἐπαινεῖν μὲν, ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ, ἄν τι διημάρτηται, τοῦτο φίλου καὶ κηδεμόνος ἐστί. Τὸν μὲν οὖν ἐχθρὸν οὐδὲ ἐπαινοῦντα δέχομαι, τὸν δὲ φίλον καὶ ἐγκαλοῦντα προσίεμαι· ἐκεῖνος κἂν φιλῇ με, ἀηδής ἐστιν· οὗτος κἂν τραυματίζῃ με, ποθεινός ἐστιν· Ἀξιοπιστότερα γὰρ, φησὶ τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Ὁ μὲν γὰρ κἂν δικαίως κἂν ἀδίκως ἐγκαλῇ, οὐκ ὀνειδίσαι, ἀλλὰ διορθῶσαι βουλόμενος τοῦτο ποιεῖ· ὁ δὲ κἂν δικαίως ἐγκαλῇ, οὐχὶ διορθῶσαι, ἀλλ' ἐκπομπεῦσαι μᾶλλον σπουδάζων τοὺς ἐλέγχους ἐπάγει. Ὥστε οὐδὲν ὁμονοίας ἴσον, ἀγαπητοί· ὁ γὰρ εἷς πολλοστός ἐστιν οὕτως. Ἂν γὰρ ὁμόψυχοι ὦσι δύο ἢ δέκα, οὐκέτι εἷς ἐστιν ὁ εἷς, ἀλλὰ δεκαπλασίων ἕκαστος αὐτῶν γίνεται· καὶ εὑρήσεις ἐν τοῖς δέκα τὸν ἕνα, καὶ ἐν τῷ ἑνὶ τοὺς δέκα· κἂν ἐχθρὸν ἔχωσιν, ὁ τῷ ἑνὶ προσβαλὼν, ὡς τοῖς δέκα προσβαλὼν, οὕτως ἁλίσκεται. Ἠπόρησεν ὁ εἷς, ἀλλ' οὐκ ἔστιν ἐν ἀπορίᾳ· τῷ γὰρ μείζονι μέρει τὸ ἀποροῦν συσκιάζεται. Ἕκαστος τούτων εἴκοσι χεῖρας ἔχει καὶ εἴκοσιν ὀφθαλμοὺς καὶ πόδας τοσούτους, καὶ ψυχὰς ἔχει δέκα· οὐ γὰρ τοῖς ἑαυτοῦ μόνον, ἀλλὰ καὶ τοῖς ἐκείνων ἐργάζεται πάντα. Εἰ δὲ καὶ ἑκατὸν γένοιτο, τὸ αὐτὸ ἔσται πάλιν. Ὁ αὐτὸς καὶ ἐν Περσίδι καὶ ἐν Ῥώμῃ δύναται εἶναι, καὶ ὅπερ ἡ φύσις οὐ δύναται, ἴσχυσεν ἡ τῆς ἀγάπης δύναμις. Ἐὰν οὖν χιλίους ἔχῃ φίλους ἢ δισχιλίους, ἐννόησον ποῦ πάλιν ὑπερβήσεται τὰ τῆς δυνάμεως. Τὸ γὰρ θαυμαστὸν τοῦτό ἐστι, τὸ χιλιοστὸν 63.571 ποιῆσαι τὸν ἕνα. Τίνος οὖν ἕνεκεν οὐ κτώμεθα τὴν δύναμιν τῆς ἀγάπης, καὶ ἐν ἀσφαλείᾳ ἑαυτοὺς καθιστῶμεν; μέχρι τίνος εἰς ἕνα καὶ δύο περιιστῶμεν αὐτήν; Κἂν γὰρ πένης ᾖ ὁ φίλους κεκτημένος, πολλῷ τῶν πλουσίων εὐπορώτερος καθέστηκεν· ἅπερ γὰρ αὐτὸς ὑπὲρ ἑαυτοῦ εἰπεῖν οὐκ ἐπιχειρεῖ, ταῦτα ὁ φίλος ἀντ' ἐκείνου ἐρεῖ· καὶ ὅσα οὐ δύναται ἑαυτῷ χαρίσασθαι, δι' ἑτέρου χαρίσεται. Καὶ οὐκ ἔστι παθεῖν κακῶς τὸν ὑπὸ τοσούτων δορυφόρων φυλαττόμενον· οὐ γὰρ τοιοῦτοι τοῦ βασιλέως οἱ σωματοφύλακες ἀκριβεῖς, ὡς οὗτοι. Οἱ μὲν γὰρ ἀνάγκῃ καὶ φόβῳ τὴν φυλακὴν ἐπιδείκνυνται, οἱ δὲ εὐνοίᾳ καὶ ἀγάπῃ· κἀκεῖνος μὲν τοὺς φύλακας αὐτοῦ δέδοικεν, οὗτος δὲ τούτοις μᾶλλον ἢ ἑαυτῷ θαῤῥεῖ. Καὶ ἄλλως· ποῖον οὕτω τεῖχος ἀῤῥαγὲς, ἁρμονίᾳ λίθων εὐμεγεθῶν ὠχυρωμένον, ἀπόρθητον γίνεται ταῖς τῶν ἐχθρῶν ἐφόδοις, ὡς τὸ σύστημα τῶν ἀλλήλους ἀγαπώντων καὶ ἐν ὁμοφροσύνῃ περιεσφιγμένων; τὰς γὰρ τοῦ διαβόλου προσβολὰς ἀποκρούεται· καὶ μάλα εἰκότως. Οἱ γὰρ μετ' ἀλλήλων κατ' ἐκείνου παρατασσόμενοι, ἀήττητοι γίνονται τοῖς αὐτοῦ μηχανήμασι, τὰ λαμπρὰ τῆς ἀγάπης ἐγείρονται τρόπαια. Καὶ καθάπερ αἱ τῆς λύρας νευραὶ πολλαὶ μὲν οὖσαι, εἰς μίαν δὲ νεύουσαι συμφωνίαν, τερπνότατόν τι μέλος ἠχοῦσιν· οὕτως οἱ πρὸς μίαν συγκεκραμένοι γνώμην, εὔηχον ἀνακρούονται τῆς ἀγάπης φθόγγον· καὶ γὰρ οὐδὲν τῆς ἀγάπης γλυκύτερον γένοιτ' ἄν. Τί οὐκ ἂν ἐργάσαι φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονὴν, πόσην δὲ ὠφέλειαν, πόσην δὲ ἀσφάλειαν; κἂν μυρίους θησαυροὺς εἴπῃς, οὐδὲν ἀντάξιον γνησίου φίλου. Καὶ καθάπερ τὰ λαμπρὰ τῶν σωμάτων ἄνθος ἀποῤῥεῖ πρὸς τοὺς πλησίον τόπους· οὕτω καὶ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι. Κρεῖσσον οὖν ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς. Οὐ γὰρ οὕτω πυρετὸς κατακαίειν εἴωθε σώματος φύσιν, ὡς τὰς ψυχὰς τὸ κεχωρίσθαι τῶν φιλουμένων. Τοιοῦτος γάρ ἐστιν ὁ τῆς ἀγάπης ἔρως, ὡς τοὺς μὴ συμπαρόντας ἡμῖν, ἀλλ' ἀπόντας, ποθουμένους δὲ, καθ' ἑκάστην φαντάζεσθαι ποιεῖν ἡμᾶς τὴν ἡμέραν· καὶ τῶν μὲν ἐν χερσὶ πάντων ἀφίστησι, μόνῳ δὲ τῷ ποθουμένῳ προσδεσμεῖ τὴν τοῦ φιλοῦντος ψυχήν. Εἰ δὲ ἀγαπώμενόν τις ὁρῶν, μᾶλλον δὲ μεμνημένος τούτου, διανίσταται τῇ ψυχῇ καὶ