ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν τῷ σταυρῷ· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, πάντας ἀνθρώπους παρατίθεται τῷ Πατρὶ δι' ἑαυτοῦ, τοὺς ἐν αὐτῷ ζωοποιουμένους. Μέλη γὰρ αὐτοῦ εἰσι, καὶ τὰ πολλὰ μέλη ἕν ἐστι σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία· καθὼς καὶ ὁ μακάριος Παῦλος γράφει Γαλάταις· Πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ· τοὺς πάντας οὖν παρατίθεται ἐν ἑαυτῷ, Οὕτως οὖν καὶ ὅτε λέγει, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς Ἐκκλησίας λέγει, τῆς ἐν αὐτῷ κτιζομένης. Οὐ γὰρ ὁ ποιητὴς τῶν ἁπάντων κτίσμα καὶ ποίημά ἐστιν, ἀλλὰ τὸ ποίημα ἐν τῷ ποιητῇ ἀνανεοῦται, κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου· Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Καὶ καθὼς πάλιν λέγει· Ἵνα γνωρισθῇ νῦν ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ 993 ρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Καὶ πάλιν φησί· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Καὶ πάλιν λέγει καὶ περὶ τῶν δύο λαῶν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Καὶ ὅταν λέγει· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ὁ Θεὸς, συναριθμήσας ἑαυτὸν μετὰ τῶν ἀνθρώπων, κατὰ τὴν σάρκα αὐτοῦ τοῦτο εἶπε, καὶ πρὸς τὸν νοῦν τοῦ προσελθόντος αὐτῷ. Ἐκεῖνος γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζε μόνον καὶ οὐ Θεὸν, καὶ τοῦτον ἔχει τὸν νοῦν ἡ ἀπόκρισις· Εἰ μὲν γὰρ ἄνθρωπον, φησὶ, νομίζεις με, καὶ οὐ Θεὸν, μή με λέγε ἀγαθόν· οὐδεὶς γὰρ ἀγαθός. Οὐ γὰρ διαφέρει ἀνθρωπίνῃ φύσει τὸ ἀγαθὸν, ἀλλὰ Θεῷ. Καὶ ἐπιφέρει· Τὰς ἐντολὰς οἶδας; Εἰρηκότος δὲ ἐκείνου· Ποίας; ἔφη· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ ἑξῆς. Ἀπεκρίνατο λέγων· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι. ∆ιὰ τούτων οὖν ἔδειξεν, ὅτι καὶ αὐτῷ διαφέρει τὸ ἀγαθόν· ὁ γὰρ μὴ ἀκολουθῶν τῷ ἀγαθῷ πῶς δύναται ζωὴν αἰώνιον κληρονομῆσαι; Καὶ ὅταν λέγει περὶ τῆς ἐσχάτης ἡμέρας, ὅτι Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ, ἀνθρωπίνως λέγει. Εἰ γὰρ τὸν Πατέρα ἐπίσταται, τὴν ἐσχάτην ἡμέραν πῶς ἀγνοεῖ; Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον οἶδε πάντα τὰ τοῦ Θεοῦ, πῶς ὁ Υἱὸς τὴν ἡμέραν, ἣν ἔκτισεν, ἀγνοεῖ; Καὶ εἰ οἱ αἰῶνες δι' αὐτοῦ ἐγένοντο καὶ οἱ χρόνοι, φανερὸν, ὅτι καὶ ἡ ἐσχάτη ἡμέρα ἐν τοῖς αἰῶσι καὶ χρόνοις εὑρίσκεται, καὶ ἀδύνατόν ἐστιν αὐτὸν ἀγνοεῖν. 996 Ὅσα οὖν εὐτελῆ ῥήματα ὑπὸ τοῦ Κυρίου εἴρηται, τῇ πτωχείᾳ αὐτοῦ διαφέρει, ἵνα ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, οὐχ ἵνα ἐν αὐτοῖς βλασφημήσωμεν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ κατὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου, τουτέστι τοῦ Ἀδὰμ, υἱοὶ τοῦ Θεοῦ γένωνται. Ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ Πατρὸς Λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, ὁ αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ Παρθένου Θεοτόκου Μαρίας· ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες ἄνωθεν γεννηθῶσιν ἐκ δευτέρου, τουτέστιν, ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα ἔχει μόνον ἐπὶ γῆς, καὶ ἡμεῖς Πατέρα μόνον ἔχομεν ἐν οὐρανῷ. Καὶ διὰ τοῦτο ἑαυτὸν Υἱὸν ἀνθρώπου καλεῖ, ἵνα οἱ ἄνθρωποι Θεὸν καλέσωσι Πατέρα ἐν τοῖς οὐρανοῖς· Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν ἡμεῖς οἱ δοῦλοι τοῦ Θεοῦ υἱοὶ Θεοῦ γεγόναμεν, οὕτως ὁ ∆εσπότης τῶν δούλων υἱὸς τοῦ ἰδίου δούλου γέγονε θνητὸς, τουτέστι τοῦ Ἀδὰμ, ἵνα οἱ υἱοὶ τοῦ Ἀδὰμ, θνητοὶ ὄντες, υἱοὶ τοῦ Θεοῦ γένωνται, κατὰ τὸ λεγόμενον· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ὅθεν