De incarnatione et contra Arianos

 Θεὸς, καὶ διδοὺς ζωὴν τῇ ἰδίᾳ σαρκί. Ὅταν οὖν πάλιν λέγῃ, Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἀλλαχοῦ φησιν· Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτ

 ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν

 καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πα

 τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιο

 Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λ

 προφήταις, ἐπ' ἐσχάτου τοῦ ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ ἀλλαχοῦ λέγει, ὅτι ὁ Υἱὸς λαλεῖ· Εἰ δοκιμὴν, φησὶ, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χρ

 λέγει· καὶ ἀλλαχοῦ εἴρηκε· Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Καὶ ὁ Ματθαῖος περὶ τοῦ Πατρὸς οὕτω λέγει· Εἰ οὖν ὑμεῖς, πονηροὶ

 ἅγιον· Τὸν ἄνδρα, οὗ ἐστιν ἡ ζώνη αὕτη. Καὶ πάλιν ὁ Παῦλος πρὸς Τιμόθεον γράφει· Τὸ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς

 Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω 1020 τὰ δαιμόνια. Ὅτε γὰρ ἡ Γραφὴ τὸν Χριστὸν βραχίονα ὀνομάζει τοῦ Πατρὸς, τὸ ἅγιον Πνεῦμα δάκτυλον Θεοῦ καλεῖ· καὶ

 ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· οὕτως καὶ ἐνταῦθα νοεῖται· γενόμενος γὰρ ἐν ὁμοιώματι ἀνθρώπων,

 ἄγγελος, οὐδὲ πρέσβυς, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν 10271028 ἡμᾶς. Ὁ δὲ ∆αβὶδ λέγει· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς

Ὅσα οὖν λέγει ἡ Γραφὴ ὅτι ἔλαβεν ὁ Υἱὸς, διὰ τὸ σῶμα αὐτοῦ λέγει, ὅπερ σῶμα ἀπαρχή ἐστι τῆς Ἐκκλησίας· Ἀπαρχὴ γὰρ, φησὶν, ὁ Χριστός. Τῆς οὖν ἀπαρχῆς λαβούσης ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, συνηγέρθη δυνάμει καὶ τὸ φύραμα, καὶ συνεκαθέσθη, κατὰ τὸ λεγόμενον· Καὶ συνήγειρε καὶ συνεκάθισε. Καὶ διὰ τοῦτο χάριν ἔλαβον οἱ ἄνθρωποι τὸ καλεῖσθαι θεοὶ καὶ υἱοὶ Θεοῦ. Πρῶτον οὖν τὸ ἴδιον σῶμα ἤγειρεν ὁ Κύριος ἐκ νεκρῶν, καὶ ὕψωσεν ἐν ἑαυτῷ· μετὰ ταῦτα ἐγερεῖ καὶ τὰ μέλη τοῦ σώματος αὐτοῦ, ἵνα χαρίσηται αὐτοῖς τὰ πάντα, ὡς Θεὸς, ὅσα αὐτὸς ὡς ἄνθρωπος ἔλαβεν. Αὐτὸς οὖν ἑαυτῷ χαρίζεται ζωὴν, καὶ αὐτὸς ἑαυτὸν ἁγιάζει, καὶ αὐτὸς ἑαυτὸν ὑψοῖ. Ὅτε οὖν λέγει, ὅτι ὁ Πατὴρ ἡγίασεν αὐτὸν, καὶ ἤγειρεν αὐτὸν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἔδωκεν αὐτῷ ζωήν· δῆλον, ὅτι δι' αὐτοῦ τὰ πάντα ποιεῖ ὁ Πατήρ. ∆ι' αὐτοῦ οὖν αὐτὸν ἐγείρει, καὶ δι' αὐτοῦ αὐτὸν ἁγιάζει, καὶ δι' αὐτοῦ αὐτὸν ὑψοῖ, καὶ δι' αὐτοῦ αὐτῷ ζωὴν δίδωσι. Καὶ ὅτε παρατίθεται τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς, ὡς ἄνθρωπος ἑαυτὸν παρατίθεται τῷ Θεῷ, ἵνα πάντας ἀνθρώπους παραθῆται τῷ Θεῷ. Αὐτὸς γάρ ἐστιν ἡ χεὶρ, καὶ αἱ χεῖρες τοῦ Πατρός. Καὶ ὅτε λέγει· Πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με, ἐκ προσώπου τῆς Ἐκκλησίας λέγει, ἥτις, πρότερον κτισθεῖσα, μετὰ ταῦτα γεννᾶται ἐκ Θεοῦ. ∆ιὰ τοῦτο πρῶτον κεῖται ἐν τῇ Παροι 1005 μίᾳ τὸ, Ἔκτισέ με ὁ Κύριος, καὶ ὕστερος τὸ, ἐγέννησε. Καὶ ὅτε λέγει ἡ Γραφὴ περὶ Πατρός· Οὐχὶ Θεὸς εἷς ἔκτισεν ἡμᾶς; ὁμοίως καὶ περὶ Υἱοῦ λέγει, ὅτι δι' αὐτοῦ ἐκτίσθη τὰ πάντα· τὰ δὲ αὐτὰ καὶ περὶ τοῦ ἁγίου Πνεύματος λέγεται· Ἀντανελεῖς, φησὶ, τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Καὶ ὅτε λέγει ὁ Υἱὸς περὶ Πατρὸς τῷ Πέτρῳ· Μακάριος εἶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· τὰ αὐτὰ περὶ ἑαυτοῦ λέγει· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὁμοίως δὲ καὶ περὶ τοῦ ἁγίου Πνεύματος ὁ Παῦλος λέγει· Ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ οὖν τὸ πνεῦμα τοῦ ἀνθρώπου τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐ κεχώρισται, οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τῆς θεότητος αὐτοῦ καὶ τῆς οὐσίας οὐκ ἔστιν ἀλλότριον. Καὶ ὅταν λέγῃ ὁ Κύριος ἐν Ἡσαΐᾳ· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν, ἐν τῷ Εὐαγγελίῳ λέγει· Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. Καὶ πάλιν· Τὸ Πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ' οὐκ οἶδας, πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. Ἐν δὲ τῇ ἀρχῇ τοῦ Εὐαγγελίου Ἰωάννης λέγει· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Ὅσοι οὖν ἐκ Πνεύματος ἁγίου ἐγεννήθησαν, οὗτοι ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὅσοι εἰς Χριστὸν ἐβαπτίσθησαν, οὗτοι εἰς Πατέρα καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθησαν. Καὶ πάλιν, ὅτε λέγει ὁ Πέτρος τῷ Ἀνανίᾳ· ∆ιὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Ὥστε ὁ ψευσάμενος τῷ ἁγίῳ Πνεύματι, τῷ Θεῷ ἐψεύσατο, τῷ κατοικοῦντι ἐν ἀνθρώποις διὰ τοῦ Πνεύματος αὐτοῦ. 1008 Ὅπου γάρ ἐστι τὸ Πνεῦμα τοῦ Θεοῦ, ἐκεῖ ἐστιν ὁ Θεός· Ἐν τούτῳ γὰρ, φησὶ, γινώσκομεν, ὅτι ὁ Θεὸς ἐν ἡμῖν μένει, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν Καὶ ὅτε μὲν λέγει ἡ Γραφὴ, ὅτι Πνεῦμα ἅγιον ἐλάλει ἐν τοῖς προφήταις, ἀλλαχοῦ λέγει ὁ μακάριος Παῦλος, ὅτι ὁ Πατὴρ ἐλάλει ἐν τοῖς προφήταις· Πολυμερῶς γὰρ καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς