3
Οὐκ ὀμνύναι προστάττει, ἀλλ' εἰ ἄρα τις ὀμνύει, βούλεται ἑαυτῶν μὴ τὰ εἴδωλα ὅρκια ποιεῖσθαι. Πλέκει δὲ τὸ, Ζῇ Κύριος, τῷ ὅρκῳ, ἵνα ὀμνύοντες ὁμοῦ, καὶ δοξολογῶσι, καὶ εὐχαριστῶσιν. -Οὐ γὰρ ἀδίκως, ἢ ἀκρίτως, δεῖ προφέρειν τοῦ Θεοῦ τὸ ὄνομα. Ἡ γὰρ καλὴ ἀναστροφὴ, καὶ ἑτέροις γίνεται αἰτία σωτηρίας. "Περιτμήθητε τῷ Θεῷ ὑμῶν." Τὴν γὰρ κακίαν, οὐ τὴν σάρκα βούλεται περιτέμνεσθαι. "Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τὸ εὐαγγελικὸν κήρυγμα προθεσπίζει. "Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς τειχήρεις." Εἰς τὰς Ἐκκλησίας, ὧν αἱ πύλαι τοῦ ᾅδου οὐ κατισχύσουσιν. "Φεύγετε εἰς Σιών." Φεύγετε εἰς Σιὼν, εἰς τὴν καθολικὴν Ἐκκλησίαν· καὶ γὰρ πᾶσαι αἱ Ἐκκλησίαι μία τυγχάνουσιν· ἢ καὶ εἰς τὸ εὐσεβὲς πολίτευμα. "Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ." Τροπικῶς τὴν παρουσίαν τοῦ διαβόλου σημαίνει· καθ' ἱστορίαν δὲ, τοῦ Βαβυλωνίου. "Οἱ ἱερεῖς ἐκστήσονται." Ἐπὶ ταῖς ἀδοκήτοις συμφοραῖς. "Καὶ οἱ προφῆται θαυμάσονται." Οἱ ψευδοπροφῆται. "Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ." Τῷ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ τῷ τῆς συντελείας, οἱ πρότερον πεπλανημένοι, εἴτε Ἰουδαῖοι, εἴτε οἱ λοιποὶ ἄνθρωποι, διὰ τῆς οἰκείας ἐρημώσεως γνώσονται τὴν προτέραν πλάνην. "Πνεῦμα πληρώσεως ἥξει μοι." Ἐπειδὴ τὰς ἐρήμους ψυχὰς πνεῦμα πλανήσεως ἐπλάνησεν, ὑπισχνεῖται δώσειν Πνεῦμα ἅγιον ἐπιστρέφον τὰς ψυχὰς πληρούσας αὐτοῦ τὰς Ἐκκλησίας. "Ἕως πότε ὑπάρχουσιν;" Καὶ γὰρ οἱ τὰ μάταια διαλογιζόμενοι πονοῦσιν ἐπὶ τὸ εὑρεῖν τὸ ζητούμενον. "∆ιότι φωνὴ ἀναβαίνοντος ἐκ ∆ὰν ἥξει μοι." Τοῦ τὴν ἅλωσιν ἐπαγγέλλοντος γενήσεσθαι ἐκ ∆ὰν, καὶ ἕως Βηρσαβεὲ, ὑπὸ Βαβυλωνίων, ἢ Ῥωμαίων. Ἔστι δὲ ἡ μὲν ∆ὰν πέραν τοῦ Ἰορδάνου, ὄρος δὲ Ἐφραὶμ ἡ Σαμάρεια. Φασὶ δέ τινες, καὶ ἐκ τῆς φυλῆς ∆ὰν ἥξειν τὸν ἀντικείμενον. "∆ιεσπάσθησαν αἱ δέῤῥεις μου, ἐταλαιπώρησαν αἱ σκηναί μου." Τροπικῶς μὲν τὴν ψυχὴν [λέγει], καὶ τὰς ἀναδοτικὰς τῆς ψυχῆς δυνάμεις· ταράσσεται δὲ καὶ τὰ σπλάγχνα ὑπὸ συμπαθείας ὁ προφήτης. "Τεταλαιπώρηκεν ἡ σκηνὴ," ἢ ὁ ναὸς, ἢ καὶ πρὸς 93.637 τῷ τέλει πᾶσα ἡ γῆ, ἣν ὥσπερ σκηνὴν οἰκοῦμεν πάροικοι τυγχάνοντες. Πάλιν ἢ τὸν ναόν φησιν, ἢ τὰ τῆς κακίας ἐπικαλύμματα, πάντων πρὸς τῷ τέλει φανερουμένων. "Ἕως πότε ὅψομαι φεύγοντας, ἀκούων φωνὴν σαλπίγγων;" Τῆς Βαβυλωνίων, ἢ Ῥωμαίων, ἢ καὶ πρὸς τῷ τέλει τοῦ διαβολικοῦ κηρύγματος. Ἢ τοὺς αἰσθητοὺς πολεμίους, ἢ καὶ τοὺς μὴ δυναμένους ἀντιστῆναι τῷ διαβόλῳ φησίν. Ἢ τῶν πολεμίων, ἢ καὶ τῶν ἀλλοκότων κηρυγμάτων. "Καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ." Τὸ σκότος τὸ ἐπὶ τοῦ σταυροῦ γεγονὸς προκαταγγέλλει, ἢ καὶ τὴν τῶν φωστήρων πρὸς τῷ τέλει ἀναίρεσιν. Ἢ τὸ μηδένα δικαιοπραγοῦντα σημαίνει, ἢ καὶ τὸ εἰς οὐδὲν ἀποκαταστῆναι τὴν γῆν διὰ τὴν ἀποστασίαν. "Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα." Ἢ τὰ ἐπὶ τοῦ σταυροῦ φησιν, ὅτε αἱ πέτραι ἐσχίσθησαν, ἢ τὰ περὶ τῆς καθόλου συντελείας, ἢ τὰς ἀντικειμένας δυνάμεις κλονουμένας, ὅτε ὁ Χριστὸς ἔλυε τοῦ ᾅδου τὸ δεσμωτήριον. "Ἐπέβλεψα, καὶ ἰδοὺ οὐκ ἦν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτόηντο." Τὴν καθόλου συντέλειάν φησιν, ὅπερ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ γέγονε, διὰ τὴν ἁμαρτίαν. Ἢ τὰ αἰσθητὰ τοῦ σκότους γινομένου, ἢ καὶ αἱ ἅγιαι δυνάμεις, φρίττουσαι ἐπὶ τῇ παντελεῖ τῶν ἀνθρώπων ἀποστασίᾳ. "Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος." Κάρμηλος ἐπίγνωσις, περιτομῆς ἑρμηνεύεται. Τῆς οὖν, φησὶν, ἀποστασίας γινομένης, οὐκ ἐπιγινώσκουσιν ἀποτέμνεσθαι τὰ φαῦλα. ∆ύνασαι δὲ ταῦτα νοεῖν καὶ ἐπὶ τῆς ἐφόδου τῶν Βαβυλωνίων, ἢ καὶ τῶν Ῥωμαίων. "Ἀπὸ φωνῆς ἱππέως, καὶ ἐντεταμένου τόξου." Ἢ τοῦ αἰσθητοῦ, ἢ καὶ τὴν διηνεκῆ τῶν ἀοράτων πολεμίων μάχην σημαίνει. "Εἰσέδυσαν εἰς τὰ σπήλαια." Εἰς τοὺς λῃστρικοὺς αὐτῶν τρόπους ἀποστατοῦντες Θεοῦ. Τὸ δὲ σπήλαιον αὐτόγλυφον ὂν, σημαίνει καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον. "Καὶ εἰς τὰ ἄλση ἐκρύβησαν." Εἰς τὰς σκοτεινὰς πράξεις. "Καὶ ἐπὶ τὰς πέτρας ἀνέβησαν." Εἰς τὰ ἄκαρπα, καὶ ἀνώμαλα ἐπιτηδεύματα· ταῦτα δὲ καὶ αἰσθητῶς κατὰ ἱστορίαν λάμβανε. "Συντέλειαν δὲ οὐ μὴ ποιήσω." Τὰ προοίμια τῆς