πάντως οὐδὲν θαυμαστὸν ἐν τοσούτῳ χρόνῳ πλανᾶσθαι πολλάκις τὴν ἱστορίαν. περὶ μὲν γὰρ τὸ καίριον τῆς ὑποθέσεως ὁμοίως πάντες συμφέρονται, καὶ ὁμολογοῦσιν ἀπὸ τοῦ κυριακοῦ προσώπου τὴν ἐν τῷ ὑφάσματι ἐκτυπωθῆναι παραδόξως μορφήν. περί τι δὲ τῶν τοῦ πράγματος ἤτοι τὸν καιρὸν διαφέρονται, ὃ οὐδὲν τῇ ἀληθείᾳ λυμαίνεται εἴτε πρότερον εἴτε ὕστερον γέγονεν. ἔχει δὲ οὕτως καὶ τῶν λόγων ὁ ἕτερος. 17 ἐν τῷ μέλλειν, φασί, τὸν Χριστὸν ἐπὶ τὸ ἑκούσιον πάθος ἐλθεῖν, ἡνίκα τὴν ἀνθρωπίνην ἀσθένειαν ἐνδεικνύμενος ἀγωνιῶν ὡρᾶτο καὶ προσευχόμενος, ὅτε καὶ τοὺς ἱδρῶτας αὐτοῦ ὡσεὶ θρόμβους σταλάσσειν αἵματος ὁ τοῦ εὐαγγελίου λόγος ὑποσημαίνεται, τηνικαῦτα, φησίν, ἀπό τινος τῶν μαθητῶν λαβόντα τὸ νῦν βλεπόμενον τοῦτο τεμάχιον τοῦ ὑφάσματος τὰς τῶν ἱδρώτων λιβάδας ἐν αὐτῷ ἀπομάξασθαι καὶ εὐθέως ἐντυπωθῆναι τὴν ὁρωμένην ταύτην τοῦ θεοειδοῦς ἐκείνου εἴδους ἐκτύπωσιν· ὃ τῷ Θωμᾷ παραθέμενος μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον διὰ Θαδδαίου τῷ Αὐγάρῳ ἀποστεῖλαι προσέταξε τὴν διὰ τῶν γραμμάτων ὑπόσχεσιν ἐκπληρῶν. 18 μετὰ οὖν τὸ ἀναληφθῆναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς τοὺς οὐρανοὺς δοὺς ὁ Θωμᾶς τῷ Θαδδαίῳ τὴν ἀχειρόγραφον τοῦ κυριακοῦ προσώπου ἐκμόρφωσιν πρὸς τὸν Αὔγαρον ἐξαπέστειλε. καταλαβὼν τοίνυν ὁ Θαδδαῖος τὴν Ἔδεσαν, ἔμεινε πρῶτον παρά τινι τῶν αὐτόθι Ἰουδαίων, Τωβίας οὗτος ὠνόμαστο. καὶ δὴ πρὸ τῶν λόγων ἀπὸ τῶν ἔργων θέλων ἑαυτὸν γνωρίσαι τῷ Αὐγάρῳ ὁ τοῦ Χριστοῦ μαθητὴς τοὺς ἀσθενοῦντας τῆς πόλεως ἐπικλήσει μόνῃ Χριστοῦ ἐθεράπευσεν. ὅθεν ταχὺ τῆς φήμης διαδοθείσης, ὅπερ ἐπὶ τῶν τοιούτων συμβαίνειν φιλεῖτὰ γὰρ παράδοξα τῶν πραγμάτων πολλοὺς ἔχει τοὺς περὶ αὐτῶν ἀπαγγέλλονταςἔφθασε καὶ πρὸς τὸν Αὔγαρον διά τινος τῶν αὐτοῦ δυναστῶν Ἄβδου καλουμένου ἡ περὶ τῆς ἐνδημίας τοῦ ἀποστόλου Χριστοῦ ἀκοή. λογισάμενος οὖν εὐθέως ἐκ τῆς ὑποικουρούσης ἐν αὐτῷ ἐλπίδος, τοῦτον ἐκεῖνον εἶναι, ὃν ἀποστεῖλαι πρὸς αὐτὸν ὁ Ἰησοῦς διὰ τῆς γραφῆς ἐπηγγείλατο, καὶ παρ' αὐτοῦ τελεώτερον τὰ περὶ τοῦ Θαδδαίου μαθὼν ἀγαγεῖν αὐτὸν πρὸς αὐτὸν διωρίσατο. 19 ὁ οὖν Τωβίας ἐλθὼν ἐγνώρισε ταῦτα τῷ ἀποστόλῳ κἀκεῖνος ἐν δυνάμει πρὸς αὐτὸν ἀπεστάλθαι εἰπὼν τὸ ἑξῆς πρὸς τὸν Αὔγαρον παρεγένετο. ἐν δὲ τῷ μέλλειν κατὰ πρόσωπον αὐτῷ ἐμφανίζεσθαι, ἐπὶ τοῦ ἰδίου μετώπου οἷον ἀναστηλώσας τὴν τοιαύτην ἐμφέρειαν, οὕτως εἰσῄει πρὸς Αὔγαρον. ὁ δὲ πόρρωθεν αὐτὸν προσιόντα ἰδὼν κρεῖττον ὄψεως φῶς ἀκτινοβολοῦν ἀπὸ τῆς ὄψεως αὐτοῦ ἐξαλλόμενον ἐδόκει ὁρᾶν, ὃ τὸ ἐπικείμενον ἠφίει ὁμοίωμα. ὅθεν τῷ ὑπερβάλλοντι τῆς ἀστραπτούσης λαμπηδόνος καταπλαγεὶς καὶ ὥσπερ ἐν λήθῃ τῶν περὶ αὐτὸν συμπτωμάτων γενόμενος καὶ τῆς πολυχρονίου παρέσεως τῶν μελῶν τῆς κλίνης ἀθρόως ἀνέθορε καὶ πρὸς ὑπαντὴν τὰ παρειμένα μέλη τρέχειν ἐξεβιάζετο, ταὐτὸ πάθος παθὼν τρόπον ἕτερον τοῖς ἐν τῷ ὄρει Θαβὼρ τὴν ἀστράψασαν μορφὴν θεασαμένοις. 20 λαβὼν τοίνυν ἀπὸ τοῦ ἀποστόλου τὸ τοιοῦτον ὁμοίωμα καὶ σεβασμίως αὐτὸ τῇ τε κεφαλῇ περιθεὶς καὶ τοῖς ὄμμασι καὶ τοῖς χείλεσι καὶ οὐδὲ τἄλλα τῶν τοῦ σώματος μερῶν στερήσας τῆς τοιαύτης προσψαύσεως, ἔγνω παρευθὺ τὰ μέλη πάντα θαυμασίως ἀναρρωννύμενα καὶ τὴν εἰς τὸ κρεῖττον μεταβολὴν εἰσδεχόμενα καὶ τὴν λέπραν ἐκκαθαιρομένην καὶ ὑποφεύγουσαν, εἰ καὶ ἔτι ἐν τῷ μετώπῳ λείψανόν τι ταύτης μικρὸν ὑπελείπετο. 21 διδαχθεὶς οὖν τὸν τῆς ἀληθείας λόγον τότε πρὸς τοῦ ἀποστόλου τρανότερον καὶ περὶ τῶν παραδόξων τοῦ Χριστοῦ θαυμάτων, τῶν τε θείων παθῶν καὶ ταφῆς καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως καὶ ὁμολογήσας ἀληθῆ θεὸν τὸν Χριστόν, περὶ τῆς ἐν τῇ ὀθόνῃ ἐκτυπώσεως τῆς μορφῆς ἐπυνθάνετο, ἐπείπερ αὐτὴν ἀκριβέστερον ἐφιστὰς ἐπεγίνωσκεν διὰ χρωμάτων ὑλικῶν τὴν σύστασιν ἔχουσαν καὶ τὴν ἐν αὐτῇ κατεπλήττετο δύναμιν, ὑφ' ἧς παραδόξως ἐξανέστη τῆς κλίνης καὶ συνηριθμεῖτο τοῖς ὑγιαίνουσι. πρὸς ταῦτα ὁ Θαδδαῖος τὸν καιρὸν τῆς ἀγωνίας ἐδήλου καὶ τὴν ἐκ τῶν ἱδρώτων ἀχρωμάτιστον μόρφωσιν καὶ τὴν τῆς