1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

4

ψυχῇ φέροντες ἀνατεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ' αὐτὸν ἀναρτησάμενοι καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ 7.4.6 μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου ἀπεφάνθησαν ἢ καὶ «γένος ἐκλεκτὸν» καὶ «βασιλικὸν ἱεράτευμά» τε θεοῦ καὶ «ἔθνος ἅγιον» προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς 7.4.7 ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες. ἆρ' οὖν λογισμῷ σοι δοκοῦμεν τούσδε τῶν Ἑλληνικῶν προτετιμηκέναι καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ' Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι;

7.5.1 εʹ. ΟΠΩΣ ΦΙΛΟΘΕΟΙ ΓΕΓΟΝΟΤΕΣ ΤΩΝ ΑΝΑΓΡΑΠΤΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

ΚΑΙ ΧΡΗΣΜΩΝ ΗΞΙΩΘΗΣΑΝ Θέα δ' οὖν ἔτι εἰς ὅσον θεοφιλοῦς ἀρετῆς προελθεῖν φασι τοὺς δηλουμένους. ἀποδεξάμενον τὸ θεῖον τῆς τε ἄλλης τοῦ βίου εὐσεβείας καὶ φιλοσοφίας τῆς τε περὶ αὐτὸ θεραπείας τοὺς ἄνδρας ἤδη καὶ θειοτέρων χρησμῶν θεοφανειῶν τε αὐτοὺς καὶ ἀγγελικῶν ὀπτασιῶν ἠξίου, τὰ ἐνδέοντα τῇ θνητῇ φύσει ταῖς τῶν πρακτέων ὑποθήκαις ἐπιδιορθούμενον δογμάτων τε καὶ μαθημάτων αὐτοῖς θεοπρεπῶν τὴν γνῶσιν ἀποκαλύπτον, ὡς μηκέτι συλλογισμοῖς μηδὲ εἰκασίαις, ἐκλάμψει δὲ αὐτῆς ἀληθείας φωτίζεσθαι τὰς διανοίας αὐτῶν, ὥστε ἤδη θεοφορουμένους τὴν τῶν μελλόντων ἔσεσθαι ὡς παρόντων ἐπιθεωρεῖν κατάληψιν καὶ τὰ καθόλου συμβησόμενα τῷ τῶν 7.5.2 ἀνθρώπων γένει θεσπίζειν. τοιαῦτα τῆς Ἑβραίων ἀρετῆς τὰ πολυύμνητα καὶ ὡς ἀληθῶς θεοφιλῆ περιέχει λόγια, ἃ τῶν Ἑλληνικῶν καὶ πατρίων μύθων τε καὶ λήρων προτετιμήκαμεν· οἱ μέν γε περὶ θεῶν τὰ αἰσχρότατα περιεῖχον, οἱ δὲ περὶ θεοφιλῶν ἀνδρῶν τὰς εὐσεβεῖς διδασκαλίας.

7.6.1 ʹ. ΩΣ ΕΚΤΟΣ ΗΣΑΝ ΙΟΥ∆ΑΪΣΜΟΥ ΠΡΟΣΘΕΝ Η ΜΩΣΕΑ ΓΕΝΕΣΘΑΙ ΕΠ' ΕΥΣΕΒΕΙΑΙ ∆ΙΑΛΑΜΨΑΝΤΕΣ

Ταῦτα δὲ πάλαι πρότερον πρὶν ἢ καὶ Μωσέα καὶ τὸ Ἰουδαίων γένος ὑποστῆναι ἐξ ἔτι μακροῦ αἰῶνος παρὰ τοῖς Ἰουδαίων προπάτορσιν ἐγνωρίζετο. καὶ γὰρ οὖν καὶ τοῦτο διαρθρῶσαι καλόν, ὡς ὁ Ἰουδαϊσμὸς οὐκ ἦν πω τότε, ἀλλ' Ἑβραῖοι μὲν οἱ δηλούμενοι ὁμοῦ τῇ προσηγορίᾳ καὶ τὸν τρόπον ὑπῆρχον, 7.6.2 Ἰουδαῖοι δὲ οὔτ' ἦσάν πω οὔτ' ἐχρημάτιζον. Ἑβραίων δὲ καὶ Ἰουδαίωντὸ διάφορον γνοίης ἂν ὧδε· τὴν μὲν προσηγορίαν οἱ μὲν ἀπὸ τοῦ Ἰούδα, ἐξ οὗ τῆς φυλῆς τὸ Ἰουδαίων μακροῖς ὕστερον χρόνοις βασίλειον συνέστη, οἱ δὲ ἀπὸ τοῦ Ἕβερ προπάτωρ δὲ τοῦ Ἁβραὰμ οὗτος ἦν ἐπεγράφοντο 7.6.3 προτερεῖν τε Ἰουδαίων Ἑβραίους διδάσκουσιν οἱ ἱεροὶ λόγοι· τὸν δὲ τῆς εὐσεβείας τρόπον, Ἰουδαίοις μὲν πρῶτον ἀπάρξασθαι τῆς νομοθεσίας Μωσέα, σαββάτου τινὸς παραδόντα ἡμέραν καὶ ταύτης πλείστην ὅσην φυλακὴν εἰς ὑπόμνησιν σχολῆς τῶν ἱερῶν λόγων βρωτέων τε καὶ οὐ βρωτέων ζῴων διαστολὴν ἑορτάς τε ἐτησίους καί τινας σωμάτων καθαρμοὺς ἄλλης τε μα7.6.4 κρᾶς περιόδου κατά τινα σύμβολα θειότερον ἐπιτελουμένας. Ἑβραῖοι δὲ πρεσβύτεροι Μωσέως γενόμενοι τοῖς χρόνοις, πάσης τῆς διὰ Μωσέως νομοθεσίας ἀνεπήκοοι ὄντες, ἐλεύθερον καὶ ἀνειμένον εὐσεβείας κατώρθουν τρόπον, βίῳ μὲν τῷ κατὰ φύσιν κεκοσμημένοι, ὡς μηδὲν νόμων