4
μωρίας ἀφικάνεις, «ὥστ' ἐξὸν αὖθις δείν' ἑλεῖν βουλεύματα » καὶ πάντ' ἀφέντα προσπεσεῖν ∆ιδασκάλῳ «κἀκ τῶν βλεφάρων θερμὰ χύσαι δάκρυα, » βρόχον κρεμαστὸν ἐξανάψεις ἀγχόνης, «ψυχὴν ἀφεῖναι τοῖς βροχώμασι τρέχων. » Ὅμως δὲ κἀν τοῖσδ' οὐκ ἀπειρηκώς, σέ πως «σώσει, τὸ σόν γε προσκοπούμενος κέαρ·» οὐ γὰρ δύναιτ' ἂν ἀγαθός που μὴ μένειν. «Ἀλλ' οὔ σε μὴ θέλοντα κερδᾶναι θέλει·» οὐ γὰρ νόμον τίθησιν ἐν βροτοῖς βίαν· «ἥκιστα τοῦδε λῆμ' ἔφυ τυραννικόν· » ῥαγεὶς γὰρ αἰσχρῶς πάγκακον ῥήξεις κέαρ. «Ἀλλ' οὔτι ταύτῃ ταῦτα, μὴ σύ που δόκει· » ἔτ' εἰς ἀγῶνας σύ τε καὶ μιαιφόνοι, «καὶ πᾶσι συνδράσασιν οὐ σμικροὶ πόνοι. »Αἴσθοιτο δ' αὐτῶν δῆμος ὑβριστὴς ἅπας, «ἤτοι θανόντες ἢ φάος δεδορκότες, »οὓς νᾶμα πυρὸς αὖθις ὑποδέξεται. «Ὀρθῶς λέλεκται μῦθος ἀψευδὴς ὅδε· » ἄκου', Ἰούδα, σῶν κακῶν κατάστασιν. «Καίτοι προκόψω γ' οὐδὲν ἢ σκῆψιν μόνην· » οὐ γὰρ Θεός σε σωφρονεῖν ἀναγκάσει· «ἐν τῇ προαιρέσει δὲ καὶ γνώμῃ βροτῶν τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντ' ἀεί.» Ταῦτ' εἶπεν οὐκ οἶδ' ἄγγελός τις ἢ βροτὸς πρὸς αὐτόν, ὡς εἴρηκα, τὸν λογοπράτην. {ΘΕΟΤΟΚΟΣ} Ὦ γαῖα μῆτερ ἡλίου τ' ἀναπτυχαί, οἵων λόγων ἄρρητον εἰσήκουσ' ὄπα. Τάχ' ἐξ ὀπαδοῦ δρᾶμα, Παῖ, κατηρτύθη, ὃν πολλάκις ἔδειξας αἰνιγμῷ φίλοις· οὐ γάρ σ' ἔλαθε τῶνδ' ὃς αἴτιος κακῶν. Ὦ παγκάκιστε, τοῦτο γάρ σ' εἰπεῖν ἔχω, σὺ ταῦτ' ἔδρασας, σὸν προδοὺς εὐεργέτην. Σὰ ταῦτα, δαῖμον· τίς γὰρ ἂν ἄλλος ποτὲ ἔδρασεν ἢ 'βούλευσε δυσμενὴς ἀνήρ; Ὄλοιθ' ὁ δράσας· ἡ δίκη δ' ἐπίσταται, αἰσχρός τε μύστης ἀξίαν τίσει δίκην. Ἀργυραμοιβέ, ποῦ συνήδῃ σῷ δόλῳ; ἆρ' εἰσέτι ζῇς, δεινὰ ταῦτ' εἰργασμένος; οὐδ' ὑπὸ γῆς τάρταρα σὸν κρύπτεις δέμας; δεῖ γὰρ τανῦν ἢ γῆς σε κρυβῆναι κάτω, ἢ πυρὸς ἐν ῥιπαῖσιν αἰθέρος θανεῖν. Ὦ μῖσος, ὦ μέγιστον, ἔχθιστον κακόν, (τὴν ∆εσπότην προδοῦσαν ἐξαυδῶ κάραν,) ἔτλης προσελθεῖν ὡς φίλος ∆ιδασκάλῳ· ἦλθες πρὸς αὐτόν, ἦλθες ἔχθιστος γεγὼς καὶ Πατρὶ καὐτῷ παντί τ' ἀνθρώπων γένει. Πῶς πῶς προσεῖπας, πῶς κατησπάσω προδούς; γλώσσῃ προσηύδας, καρδίᾳ μίασμ' ἔχων. Καὶ ταῦτα δράσας, ἥλιόν τε προσβλέπειν καὶ γαῖαν, ὦ κάκιστε, τολμᾷς εἰσέτι· ταῦτ' οὔτι θάρσους ἐστὶν οὐδ' εὐτολμίας, εὐεργέτην προδόντα, τολμᾶν προσβλέπειν· ἀλλ' ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων πασῶν, ἀναίδει'. Εὖ δ' ἐπεμνήσθην σέθεν, καίτοι πρὸς οὐδὲν κέρδος, αἰσχύνην δέ σου, καὶ μὴ παρόντος, κἂν θάνῃς, κἂν φῶς βλέπῃς· ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι ψυχὴν τἀληθῆ, σύ τε κοὐ κλύων μάθῃς· μάθῃς γὰρ εὑρὼν τὴν κατ' ἀξίαν τίσιν. Ἐκ τῶνδε πρώτων πρῶτον ἄρξομαι λέγειν. Ἄκου', Ἰούδα, τὰ πρὸς αὐτοῦ καλά σοι. Εἵλκυσεν ἐκ σκότους σε τῆς ἀγνωσίας, ἔσωσέ σ', ὑπέδειξε φῶς σωτηρίας· δέδωκέ σοι χάρισμα πολλῶν θαυμάτων· μύσταις ἔφησε καὶ σὲ συνεδριάσαι κρῖναί τε φυλὰς Ἰσραὴλ παντὸς γένους. Ἔθηκεν ἀργύρια πάντα χερσί σου, ἔκοψέ σου πρόφασιν ἀναργυρίας. Ἔκλεπτες ἀεί, μὴ δόκει λεληθέναι· ὅδ', ἅτε πανάγαθος, οὐκ ἤλεγχέ σε λόγοισιν, οὐδὲ πρὸς σέθεν κακούμενος, εἰδώς σε σαφῶς καὶ πρὸ τῆς τολμηρίας, ἔνιψε καὶ σοὺς δυσμενεστάτους πόδας ἄρτου τρύφος τ' ἔδωκε μυστικωτάτου. Καὶ ταῦθ' ὑπ' αὐτοῦ, παγκάκιστ' ἀνδρῶν, παθών, προὔδωκας αὐτόν, δῶρα δ' ἐκτήσω φόνου, πολλῶν προσόντων. Εἰ γὰρ ἦσθ' ἀνάργυρος, λαβὴν ἂν εἶχες τῶνδ' ἐρασθῆναι τάχα· νῦν δ' οὐκ ἔχεις πρόφασιν, οὐκ ἔχεις λόγον χείλη διᾶραι καὶ κατειπεῖν αἰτίαν. Οὐ γὰρ τοσοῦτον σὺ δυνήσῃ πώποτε, οὐδ' εἰ γένος πᾶν δαιμόνων σοι συνδράμῃ καὶ γῆν ἅπασαν ῥημάτων πλήσῃ κακῶν· ἐπεί μιν ἐσθλὸν ὄντ' ἐπίσταται κτίσις, καὶ πάντες ἐγνώρισαν ἐκ τῶν πραγμάτων. Ἀλλ' ἦγξεν ἀγχόνη σε φιλαργυρίας, ἣ ῥίζα πάντων τῶν κακῶν πέφυκέ πως· φρούδη δὲ πίστις, ἣ πρὶν ἀπόλωλέ σοι. Τοιόσδε φανείς, φῶς ὁρᾶν τολμᾷς, τάλα; ἢ τὸν πρὶν οὐκ ἄρχειν Θεὸν δοκεῖς ἔτι ἢ ζυγὰ δίκης ἐν κενοῖς κεῖσθαι τανῦν; Ὦ κακὸν ἔρνος, οὔποτ' εἶ ῥίζης βροτῶν, πικρῶν δὲ ῥιζῶν φημί σ' ἐκπεφυκέναι, ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ φθόνου, φόνου, πότμου θ', ὅσα τε γῆ τρέφει κακά· οὐ γὰρ ἐρῶ ποτ' ἐκ Θεοῦ φῦναί σ'