4
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με· ἀλλαχοῦ δὲ ἐρωτᾷ· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; εἶτα ἀποκρίνεται· Ἀθῷος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. τὸν διὰ πάντων καθαρὸν τοῦτον ἐπὶ τὸ τοῦ θεοῦ ὄρος ἀνάγει, ὃς μήτε ἐννοίᾳ μήτε γνώσει μήτε ταῖς πράξεσιν εἰς τέλος κατεμίανε τὴν ψυχὴν ἐμμείνας τοῖς κακοῖς, καὶ ὅστις δι' ἔργων τε καὶ <νοημάτων> ἀγαθῶν τὸ ἡγεμονικὸν ὑποδεξάμενος πνεῦμα τὴν ἑαυτοῦ καρδίαν διεφθαρμένην ὑπὸ κακίας πάλιν ἀνέκτισεν. ὁ δὲ ἅγιος ἀπόστολος περὶ παρθενίας λέγων τοῖς μετ' αὐτῆς ζῆν ᾑρημένοις ὑπογράφει τὸν βίον ὁποῖον εἶναι δεῖ τὸν τοιοῦτον· Ἡ παρθένος, φησί, μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι, ψυχῇ τε καὶ σαρκὶ λέγων καθαρεύειν· καὶ φεύγειν πᾶσαν ἁμαρτίαν ὡς πορρωτάτω κελεύει, τήν τε ἐμφανῆ καὶ ὅση λαθραία, τουτέστι <παντελῶς ἀπέχεσθαι ἁμαρτημάτων τῶν τε> πρακτικῶν καὶ τῶν λογισμῷ τελουμένων· σκοπὸς γὰρ τῇ τὴν παρθενίαν τιμώσῃ ψυχῇ θεῷ πλησιάσαι καὶ γενέσθαι νύμφην Χριστοῦ.
8,1.50 ∆εῖ οὖν τὸν ἐπιθυμοῦντα οἰκειωθῆναί τινι τὸν ἐκείνου τρόπον τῇ μιμήσει λαβεῖν ᾧ οἰκειοῦται· οὐκοῦν ἀνάγκη καὶ τὴν Χριστοῦ ποθοῦσαν γενέσθαι νύμφην τῷ τοῦ Χριστοῦ ὁμοιωθῆναι κάλλει δι' ἀρετῆς κατὰ δύναμιν· οὐ γὰρ ἔστι συναφθῆναί ποτε φωτὶ μὴ πρὸς ἐκεῖνο λάμψαντα τὸ φῶς· καὶ τοῦ ἀποστόλου Ἰωάννου λέγοντος ἤκουσα· Πᾶς γάρ φησιν ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτὸν καθὼς ἐκεῖνος ἁγνός ἐστιν· καὶ ὁ ἀπόστολος δὲ Παῦλος Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ· δεῖ γὰρ τὴν μέλλουσαν ἀνίπτασθαι πρὸς τὸ θεῖον ψυχὴν καὶ κολλᾶσθαι Χριστῷ πᾶσαν ἐξελαύνειν ἁμαρτίαν ἀφ' ἑαυτῆς, ὅση τε φανερῶς ταῖς πράξεσιν ἀποτελεῖται, κλοπὴν λέγω καὶ ἁρπαγὴν καὶ μοιχείαν καὶ πλεονεξίαν καὶ πορνείαν καὶ γλώσσης νόσον καὶ πᾶν ὅσον ἐμφανὲς ἁμαρτημάτων γένος, καὶ ὅση λάθρα ταῖς ψυχαῖς ἐγκαθημένη καὶ τοὺς ἔξω λανθά νουσα διεσθίει τὸν ἄνθρωπον πικρῶς τοῖς κακίστοις ὀδοῦσιν· αὕτη δέ ἐστι φθόνος ἀπιστία κακοήθεια δόλος, ὄρεξις ὧν μὴ δεῖ, μῖσος ἀλαζονεία κενοδοξία καὶ πᾶν τὸ ὕπουλον τῆς κακίας σμῆνος, ὅπερ ἐξ ἴσου τῷ φανερῷ γένει τῶν ἁμαρτημάτων ἡ γραφὴ μισεῖ καὶ βδελύττεται, συγγενῆ τε ὄντα ἀλλήλοις καὶ ἀπὸ τῆς αὐτῆς φυόμενα κακίας. τίνος δὲ ἐσκόρπισεν ὀστᾶ ὁ κύριος; οὐ τῶν ἀνθρωπαρέ 8,1.51 σκων; τίνα βδελύττεται ὁ κύριος ὥσπερ τὸν ἐναγῆ καὶ μιαιφόνον; οὐ τὸν ὕπουλον ἄνδρα καὶ δόλιον; Ἄνδρα γὰρ αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος. οὐ φανερῶς ὁ ∆αβὶδ τοῖς λαλοῦσιν εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν, καταρᾶται βοῶν πρὸς τὸν θεὸν ∆ὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν; καὶ Ἐν καρδίᾳ, φησίν, ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. τὴν ἐν τῷ κρυπτῷ κίνησιν τῆς ἁμαρτίας ἔργον ἐκάλεσεν ὁ θεός· διὰ τοῦτο παραγγέλλει μήτε τὰς παρὰ ἀνθρώπων εὐφημίας διώκειν μήτε τὰς παρ' αὐτῶν ἀτιμίας αἰσχύνεσθαι. τοὺς γὰρ ἐπιδεικτικῶς ἐλεοῦντας τὸν πένητα καὶ τὴν μετάδοσιν ἐπὶ γῆς θριαμβεύοντας ἀποστερεῖ τῶν ἐν οὐρανοῖς μισθῶν ἡ γραφή· εἰ γὰρ ζητεῖς ἀνθρώποις ἀρέσαι καὶ διὰ τοῦτο δίδως, ἵνα ἐπαινεθῇς, πεπλήρωταί σου ὁ μισθὸς τῆς εὐποιίας τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, δι' οὓς τὸν ἔλεον ἐπεδείκνυσο. μὴ οὖν ζήτει μισθὸν ἐν οὐρανοῖς, κάτω τὰ ἔργα ἀποθέμενος, μηδὲ παρὰ θεοῦ προσδόκα τιμήν, παρὰ γὰρ τῶν ἀνθρώπων ταύτην ἀπείληφας. ποθεῖς ἀθάνατον δόξαν; τῷ δυναμένῳ παρασχεῖν ἣν ποθεῖς δεῖξον ἐν τῷ κρυπτῷ τὸν βίον. δέδοικας αἰσχύνην αἰώνιον; φοβοῦ τὸν ἀνακαλύπτοντα ταύτην ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ. πῶς οὖν λέγει ὁ κύριος Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι 8,1.52 τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς; ὅτι κελεύει τὸν ἑπόμενον ταῖς ἐντολαῖς τοῦ θεοῦ πᾶν ὅπερ ἂν ποιῇ πρὸς ἐκεῖνον βλέποντα ποιεῖν καὶ τούτῳ μόνον ἀρέσκειν, μηδε μίαν παρὰ τῶν ἀνθρώπων δόξαν θηρώμενον· ἀλλὰ φεύγειν μὲν τοὺς παρὰ τούτων ἐπαίνους καὶ τὴν ἐπίδειξιν, διὰ δὲ τοῦ βίου καὶ τῶν ἔργων