καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πατέρα Θεόν· Αὐτὸς οὖν κατὰ φύσιν Υἱός ἐστι τοῦ Θεοῦ, ἡμεῖς δὲ κατὰ χάριν. Καὶ πάλιν αὐτὸς κατ' οἰκονομίαν καὶ χάριν ἡμετέραν υἱὸς γέγονε τοῦ Ἀδὰμ, ἡμεῖς δὲ κατὰ φύσιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. Ὅθεν λέγει, Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Πατὴρ γὰρ αὐτοῦ ἐστιν ὁ Θεὸς, ὡς προεῖπον, κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· καὶ Θεὸς αὐτοῦ γέγονε κατ' οἰκονομίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν ∆εσπότης ἐστὶ καὶ Θεός. Καὶ διὰ τοῦτο ὁ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ἑνωθεὶς σαρκὶ, γέγονε σὰρξ, ἄνθρωπος τέλειος, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες Πνεύματι, γένωνται ἓν Πνεῦμα. Αὐτὸς οὖν ἐστι Θεὸς σαρκοφόρος, καὶ ἡμεῖς ἄνθρωποι πνευματοφόροι. Ἀπαρχὴν γὰρ λαβὼν ἐκ τῆς οὐσίας τῶν ἀνθρώπων, τουτέστιν ἐκ τοῦ σπέρματος Ἀδὰμ (ἥτις ἐστὶ μορφὴ δούλου), 997 καὶ ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς, ἔδωκεν ἡμῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀπαρχὴν ἁγίου Πνεύματος· ἵνα γενώμεθα οἱ πάντες εἰς υἱοὺς Θεοῦ, ἐν ὁμοιώματι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς οὖν ὁ ἀληθινὸς καὶ φύσει Υἱὸς τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν Θεόν. Ἀσεβὲς οὖν ἐστι κτιστὸν ἢ ποιητὸν λέγειν τὸ Πνεῦμα τοῦ Θεοῦ· ὁπότε πᾶσα Γραφὴ Παλαιά τε καὶ Καινὴ, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ συναριθμεῖ καὶ δοξάζει· διότι τῆς αὐτῆς θεότητός ἐστι, καὶ τῆς αὐτῆς ἐξουσίας· καθὼς αὐτὸς ὁ Κύριος λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· ὡς καὶ ἐν τῷ Ἰωὴλ ἐκ προσώπου τοῦ Πατρὸς λέγει· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ διὰ τοῦτο ἐμφυσᾷ αὐτὸ εἰς τὸ πρόσωπον τῶν ἀποστόλων λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἵνα μάθωμεν, ὅτι ἐκ τοῦ πληρώματος τῆς θεότητός ἐστι τὸ διδόμενον Πνεῦμα τοῖς μαθηταῖς. Ἐν Χριστῷ γὰρ, φησὶ, κατοικεῖ, τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καθὼς καὶ ὁ Βαπτιστὴς Ἰωάννης λέγει· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Σωματικῷ γὰρ εἴδει, τουτέστιν ὡς περιστερὰ, ὤφθη τὸ Πνεῦμα τὸ ἅγιον, καταβαῖνον καὶ μένον ἐπ' αὐτόν. Ἐν ἡμῖν μὲν γὰρ ἀπαρχὴ καὶ ἀῤῥαβὼν θεότητος κατοικεῖ, ἐν Χριστῷ δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων αὐτὸ ἐλάμβανεν· αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν, ὡς Θεός· καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο, ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Καὶ ὁ μὲν Ἡσαΐας ἐκ προσώπου τοῦ Πατρὸς βοᾷ λέγων· Οὕτω λέγει Κύριος ὁ Θεός σου, ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας· Μὴ φοβοῦ, ὁ παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ Υἱὸς ἐπαγγέλ 1000 λεται διδόναι ὕδωρ τοῖς πορευομένοις ἐν δίψει, λέγων τῇ Σαμαρείτιδι περὶ τοῦ ἁγίου Πνεύματος· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ∆ός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Καὶ μετ' ὀλίγα λέγει αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ διὰ τοῦτο ὁ ∆αβὶδ ψάλλων τῷ Θεῷ λέγει· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· οἶδε γὰρ παρὰ τῷ Θεῷ Πατρὶ ὄντα τὸν Υἱὸν τὴν πηγὴν τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ Ἱερεμίου ὁ Υἱὸς λέγει· ∆ύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ τὸν Θεὸν, λέγοντα τρίτον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα δοξολογοῦσι. Καὶ διὰ τοῦτο, ὥσπερ εἰς