1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

4

συντελείας ὑπογράψας τοῦτο ἐπήγαγε. "Ἐὰν περιβάλῃ κόκκινον." Τὰς κατὰ νόμον ζωοσφαγείας. Τῇ κιβωτῷ, καὶ τῇ λυχνίᾳ, καὶ τοῖς λοιποῖς τὴν μεθ' ὑποκρίσεως θεοσέβειαν σημαίνει. "Τὴν ψυχήν σου ζητοῦσι." Οἱ ἀόρατοι δαίμονες, οὐ δυνάμενοι ἐπαμύνειν. Οὗτοι δὲ καὶ αὐτοὶ ἐρᾷν προσποιούμενοι εἰς αὐτὴν τὴν ψυχὴν τῶν ἐρωμένων ἐπιβουλεύουσιν. "Ἐπὶ τοῖς ἀνῃρημένοις." Αἰσθητοῖς, ἢ καὶ αὐτὴν τὴν ψυχὴν διὰ τῆς ἀποστασίας ἀπολέσασιν. 93.640 ΚΕΦ. Εʹ. "Εἰ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν." Πρὸς τοὺς ἐγκαταλειφθέντας φησὶν ἁγίους, ὅτι διὰ τὸ μὴ φυλάξαι τοὺς ἐπὶ τῆς γῆς τὴν εἰς Χριστὸν πίστιν, ἐπιστήσεται τὸ τέλος· σημαίνει δὲ καὶ τῶν ἁγίων τὸ σπάνιον τῶν ἐπὶ τῆς αἰχμαλωσίας. "Ζῇ Κύριος, λέγουσι, διὰ τοῦτο οὐκ ἐν ψεύδεσιν ὀμνύουσι." Κατ' ἐμοῦ μὲν, φησὶν, καὶ οὐκέτι κατὰ τῶν εἰδώλων τῶν ψευδωνύμων θεῶν ὀμνύειν. Ἀλλὰ τὴν εἰς Χριστὸν ἠρνήσαντο πίστιν. ∆ιὰ τοῦτο Ἰουδαῖοι ἑάλωσαν ὑπὸ Ῥωμαίων, οὐκέτι μὲν εἰδωλολατροῦντες, τὸν δὲ αὐτῶν Σωτῆρα ἀρνησάμενοι. "Κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν." Ἢ ὅτι πίστιν ἐπιζητεῖ Θεὸς, ἢ ὅτι πιστῶς καὶ ἀληθῶς κρίνει, ἢ ὅτι ἂ λέγει εἰς ἔργον ἐκφέρει. "Πτωχοί εἰσι." Τελείαν γνῶσιν οὐκ ἔχοντες. "∆ιὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυμοῦ." Ὁ αἰσθητὸς, ἢ καὶ ὁ νοητὸς πολέμιος διὰ τὸ ἰσχυρὸν, καὶ ὠμόν. "Καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐτούς." Τὰς αἰσθητάς· πρὸς δὲ διάνοιαν, τὰς ψυχικάς. Οἱ γὰρ τῶν ἠθῶν τῆς θεοσεβείας ἐκβαίνοντες ὑπ' τῶν εἰρημένων θηρίων ἀγρεύονται. Τοὺς τὸν ἀγαθὸν ἀπωσαμένους ποιμένα, λύκος ἁρπάζει, ἢ ποικίλη τῶν πολεμίων ἔφοδος, ἢ καὶ ἡ πολύτροπος κακία. "Ποίᾳ τούτων ἵλεως ἔσομαί σοι;" Ποίαν ἁμαρτίαν συγχωρήσω, ποίαν δὲ μή; "Ἐχόρτασα αὐτοὺς, καὶ ἐμοιχῶντο." Αὐτὸς γὰρ ἦν ὁ ἐν τῇ ἐρήμῳ χορτάσας αὐτοὺς πρὸ σαρκὸς, πρὶν ἐνανθρωπῆσαι, καὶ μετὰ σαρκὸς, διὰ λόγων, διὰ θαυμάτων, καὶ τῶν πέντε, καὶ τῶν ἑπτὰ ἄρτων. "Ὑπολίπεσθε τὰ ὑποστηρίγματα αὐτῆς." Ἄφετε μετανοίας ἐλπίδα· ἄφετε τοὺς προφήτας ἐπὶ τῆς ἐφόδου Βαβυλωνίων· ἄφετε τοὺς ἀποστόλους ἐπὶ τῆς Ῥωμαίων. "Τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ." Ἀναλωτικὰς τῶν παρακουόντων. Ἔθνος οὗ οὐκ ἀκούσει τῆς φωνῆς τῆς γλώσσης αὐτοῦ." ∆ιὰ τὸ ἑτερόγλωσσον εἶναι. "Καὶ κατέδονται τὸν θερισμὸν, καὶ τοὺς υἱοὺς ὑμῶν." Ἀπλήστως τῇ κατ' αὐτῶν χρήσονται σφαγῇ [ἄλλ. πληγῇ]. "Τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον." Τὸν μὲν αἰσθητὸν διὰ τοὺς καρποὺς, τὸν δὲ νοητὸν ἐν τῇ Παλαιᾷ καὶ Καινῇ ∆ιαθήκῃ. "Αἱ ἁμαρτίαι ὑμῶν ἀπέστησαν τὰ ἀγαθά." Ἀπέστησαν τὰ ἀγαθὰ, ἵνα ἐπενεχθῶσι τὰ φαῦλα. "Ὅτι εὑρέθησαν ἐν τῷ λαῷ μου ἀσεβεῖς." Οἱ ψευδοπροφῆται, οἱ ψευδοαπόστολοι, οἱ αἱρεσιάρχαι, οἱ ἀκάθαρτοι δαίμονες ἐπεκύρωσαν τὰ τῶν ψευδοπροφητῶν. ΚΕΦ. ʹ. "Ἐνισχύσατε, υἱοὶ Βενιαμείν." Οἱ Βενιαμεῖται ἀμφοτεροδέξιοι ἱστοροῦνται εἶναι. Προκαλεῖται τοίνυν εἰς τὸν πνευματικὸν πόλεμον τοὺς δυναμένους διὰ 93.641 τῶν ὅπλων τῆς δικαιοσύνης πολεμεῖν, τῶν δεξιῶν, καὶ ἀριστερῶν. Τοιοῦτος ἦν Παῦλος ἐκ φυλῆς Βενιαμείν. "Καὶ ἐν Θεκουέ." Μὴ φθονήσητε, φησὶν, ἀλλὰ διορθώσασθε τοὺς γείτονας ὑμῶν οἱ δυνάμενοι πολεμεῖν. "Καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου." Ὁ ναὸς, ἡ νομικὴ λατρεία. Ἢ καὶ ὁ τῆς ψυχῆς πνευματικὸς κόσμος. "Εἰς αὐτὴν ἥξουσι ποιμένες." Οἱ πολέμιοι, ἄρχοντες αἰσθητοὶ, ἢ καὶ νοητοί. "Καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ." Οὐ τῇ τοῦ Θεοῦ χειρὶ, ἀλλ' ἕκαστος κατὰ τὰς ἰδίας ἐνεργείας. "Οὐαὶ ἡμῖν." Οἱ ἐν τῇ αἰχμαλωσίᾳ καταλειφθέντες, καὶ ἐν τῇ συντελείᾳ ἁμαρτωλοὶ ταύτην ἀφήσουσι τὴν φωνήν. "Ὅτι κέκλικεν ἡ ἡμέρα." Ἡμέραν καλεῖ τὸν παρόντα βίον, σκιὰν δὲ τὴν ἐν αὐτῷ πολιτείαν. "Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπ' αὐτὴν νυκτί." Τοῦ Χρυσοστόμου. [ἄλλ. Ὀλυμπιοδώρου.] Νύκτα καὶ μεσημβρίαν φησὶ τὸν ἀδιάφορον τῆς ἐφόδου τῶν πολεμίων καιρόν. "Ὡς ψύχει λάκκος ὕδωρ αὐτοῦ, οὕτω ψύχει κακία αὐτῆς." ∆ιὰ γὰρ τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὐ γὰρ ἦσαν τῷ πνεύματι ζέοντες, οὐδὲ τῷ Κυρίῳ δουλεύοντες. "Πόνῳ καὶ μάστιγι παιδευθήσῃ." Ἐπειδὴ λόγῳ οὐκ ἐπείσθης, πείσθητι διὰ τῆς μάστιγος, ἵνα μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ. "Τὰ