ἀφίξεως τῆς πρὸς αὐτὸν τοῦ κυρίου εἰσήγησιν καὶ τἄλλα ὅσα τὸ φθάσαν τῆς ἱστορίας ἐδήλωσεν. 22 ὡς οὖν ἀπό τε τούτων ἀπό τε τῆς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐπιθέσεως τῶν χειρῶν τοῦ Θαδδαίου τὰ λυποῦντά τε ὑπεξίστατο καὶ τὰ παρειμένα οἱονεὶ συνεσφίγγετο, καὶ ἡ ἀμορφία διεσκεδάννυτο, καὶ πάντα πρὸς ὑγείαν ἔτρεχε, τῷ πανταχόθεν θάμβει ὁ Αὔγαρος συνεχόμενος· "ἐπ' ἀληθείας", ἔφη, "γνήσιος εἶ μαθητὴς Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ δίχα φαρμάκων καὶ βοτανῶν θεραπεύοντος. καὶ ἐγὼ τοσοῦτον τῇ περὶ αὐτὸν στοργῇ καὶ πίστει συνδέδεμαι, ὥστε εἰ μὴ ἐδεδίειν τὸ ὑπερέχον τῆς τῶν Ῥωμαίων δυνάμεως, οἳ τοῖς ὑπὸ σφὰς οὐκ ἀνέχονται κατ' ἀλλήλων ὁπλίζεσθαι, τάχα ἂν κατὰ τῶν σταυρωσάντων τὸν κύριον Ἰουδαίων ὅπλα ἐκίνησα καὶ παρεστησάμην καὶ ἠνδραποδισάμην αὐτούς. νῦν δὲ ἐπεὶ καὶ τὸ πάθος αὐτοῦ ἐδιδάχθην ἑκούσιον καὶ πέπεισμαι, ὡς οὐκ ἂν μὴ βουληθέντος αὐτοῦ κατίσχυσαν οἱ ἀγνώμονες κατ' αὐτοῦ, οὐδὲν προσπεριεργάζομαι. δέομαι δὲ καὶ τοῦ θείου βαπτίσματος ἀξιωθῆναι καὶ πανοικὶ προσοικειωθῆναι καὶ ἀνατεθῆναι τῷ δεσπότῃ Χριστῷ". 23 πολλὰ τοίνυν ἐπιτελέσας πρότερον θαύματα ὁ τοῦ κυρίου ἀπόστολος καὶ πάντας ἀπὸ τῶν νόσων αὐτῶν ἰασάμενος, ἐν οἷς ἦν καὶ ὁ πρῶτος τὴν περὶ αὐτοῦ φήμην τῷ Αὐγάρῳ ἀνενεγκών, ὃν ποδαλγικοῦ παθήματος ἠλευθέρωσε, προσήγαγε τῇ θείᾳ κολυμβήθρᾳ τὸν Αὔγαρον καὶ τὰ νενομισμένα ἐπ' αὐτῷ τελέσας, ἐβάπτισεν αὐτόν τε καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἐξῆλθεν ἀπὸ τοῦ θείου τούτου τῆς καθάρσεως ὕδατος καθαρὸς ὅλος καὶ ὑγιής, ἀφανισθέντος ἀθρόως καὶ τοῦ ὑπολειφθέντος μικροῦ λειψάνου τῆς λέπρας ἐν τῷ μετώπῳ αὐτοῦ. 24 ἐντεῦθεν παντοίως τιμῶν καὶ σεβόμενος τὸ τοιοῦτον ὁμοίωμα τῆς τοῦ κυρίου μορφῆς καὶ τοῦτο τοῖς ἄλλοις ὁ τοπάρχης προσέθηκεν· ἐκ τῶν παλαιῶν τῆς Ἐδέσης πολιστῶν τε καὶ οἰκιστῶν τῶν ἐπισήμων τινὸς ἑλληνικῶν θεῶν ἄγαλμα πρὸ τῆς δημοσίας πύλης τῆς πόλεως ἀνεστήλωτο, ᾧ πάντα τὸν ἐντὸς τοῦ ἄστεος γενέσθαι βουλόμενον ἀναγκαῖον ἦν προσκυνῆσαι καὶ νενομισμένας εὐχάς τινας ἀποδοῦναι καὶ οὕτως ἔχεσθαι τῶν ἐν τῇ πόλει ὁδῶν τε καὶ ἀγυῶν. 25 τοῦτο οὖν τότε ὁ Αὔγαρος καθελὼν καὶ ἀφανισμῷ παραδοὺς εἰς τὸν τῆς ἐκείνου στάσεως τόπον τὴν ἀχειροποίητον ταύτην εἰκόνα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ σανίδος κολλήσας καὶ διὰ τοῦ νῦν φαινομένου χρυσοῦ καλλωπίσας ἀνέστησεν ἐπιγράψας ἐν τῷ χρυσῷ ταῦτα τὰ ῥήματα· "Χριστὲ ὁ θεός, ὁ εἰς σὲ ἐλπίζων οὐκ ἀποτυγχάνει." ἐθέσπισέ τε πάντα τὸν διὰ τῆς πύλης ἐκείνης διέρχεσθαι μέλλοντα, ἀντὶ τῆς παλαιᾶς ἐκείνης στήλης τῆς ἀχρήστου καὶ ἀνωφελοῦς τὸ προσῆκον σέβας καὶ τὴν ὀφειλομένην προσκύνησιν καὶ τιμὴν ἀπονέμειν τῇ πολυθαυμάστῳ θαυματουργῷ τοῦ Χριστοῦ εἰκόνι καὶ οὕτως εἰς τὴν πόλιν Ἐδέσης εἰσέρχεσθαι. 26 καὶ διετηρήθη τὸ τοιοῦτον τῆς τοῦ ἀνδρὸς εὐσεβείας οἷον προχάραγμα καὶ ἀνάθημα μέχρι τῆς ἐν τῷ βίῳ παροικίας αὐτοῦ τε τοῦ Αὐγάρου καὶ τοῦ τούτου υἱοῦ, ὃς τῆς βασιλείας καὶ τῆς εὐσεβείας τῆς πατρικῆς κατέστη διάδοχος. 27 ἀλλ' ὁ τούτων υἱός τε καὶ υἱωνὸς τῆς μὲν πατρῴας καὶ παππῴας ἀρχῆς διάδοχος γέγονεν, οὐ μὴν καὶ τῆς εὐσεβείας κληρονόμος ἐγένετο. ἀλλ' ἀπελάκτισεν ὡς εἰπεῖν τὴν εὐσέβειαν καὶ πρὸς τοὺς δαίμονας καὶ τὰ εἴδωλα ηὐτομόλησε. διὸ καὶ οἱονεὶ τὸ ἀνταπόδομα τοῖς δαίμοσιν ἀνταποδιδοὺς ἐβουλήθη, ἐπεὶ ὁ πάππος αὐτοῦ τὴν εἰδωλικὴν ἐκείνην στήλην ἀφανισμῷ παραδέδωκε, τὴν αὐτὴν καταδίκην καὶ τῇ τοῦ κυρίου εἰκόνι προσαγαγεῖν. ἀλλ' οὐκ ἐπέτυχε τῆς θήρας ὁ δόλιος. 28 ὁ γὰρ ἐπίσκοπος τοῦ τόπου τοῦτο προγνοὺς τὴν ἐνδεχομένην ἔθετο πρόνοιαν. καὶ ἐπεὶ ὁ τόπος, καθ' ὃν ἀνέκειτο ἡ εἰκών, κυλινδροειδοῦς ἡμισφαιρίου σχῆμα διέσωζεν, θρυαλίδα πρὸ τῆς εἰκόνος ἅψας καὶ κέραμον ἐπιθεὶς εἶτα ἔξωθεν τιτάνῳ καὶ πλίνθοις ὀπταῖς ἀποφράξας τὸ ἐμβαδὸν εἰς ὁμαλὴν ἐπιφάνειαν τὸ τεῖχος ἀπηύθυνε· καὶ ἐν τῷ μὴ ὁρᾶσθαι τὴν φθονουμένην μορφὴν ἀπέστη τῆς ἐγχειρήσεως ἐκεῖνος ὁ δυσσεβής. ὁ δὲ κέραμος διὰ τοῦτο οἶμαι πρὸ τῆς εἰκόνος τεθῆναι πρὸς τοῦ ἱερέως διώριστο, ὡς ἂν μή τινα σῆψιν