πάντα χωρὶς ἁμαρτίας· τὸ δὲ, καθ' ὃ πρῶτος αὐτὸς εἰς ἀφθαρσίαν τὴν ἑαυτοῦ σάρκα ἀνέστησε· καὶ ἔστη μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὢν ἐκ Πατρὸς Θεὸς ἐκ Θεοῦ, καὶ μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ ἀναλάμψας, καὶ φῶς ἐκ φωτός· πρωτότοκος δὲ δι' ἡμᾶς ἵν' ἐπειδὴ καλεῖται τῶν πεποιημένων πρωτότοκος, δι' αὐτὸν σώζηται τὰ κατ' αὐτόν· εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἐστι πρωτότοκος· εἰ δὲ, κατ' Εὐνόμιον, πρωτότοκος ἐκ Θεοῦ λέγεται ὡς τῶν πολλῶν πρῶτος γεννηθεὶς, ἔστι δὲ καὶ ἐκ Παρθένου πρωτότοκος, εἴη ἂν καὶ ἐξ αὐτῆς ὡς πρῶτος ἑτέρου· εἰ δὲ μόνος, ἀλλ' οὐ πρὸ ἄλλων γεννηθεὶς, ἐκ Μαρίας πρωτότοκος κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ' ὡς μόνος γεννηθείς. Ἔτι εἰ τὰ πρῶτα τῶν δευτέρων αἴτια ὡμολόγηται, πρῶτον δὴ ἦν Θεὸς καὶ Θεοῦ Υἱὸς, τῶν ἄρα υἱῶν λεγομένων αἴτιος ὁ Υἱὸς, ὡς ἐξ ἐκείνου λαχόντων τὴν κλῆσιν. Ὁ ἄρα αἴτιος τῶν δευτέρων υἱῶν, λέγοιτ' ἂν πρωτότοκος δικαίως, οὐχ ὡς πρῶτος ἐκείνων ὑπάρξας, ἀλλ' ὡς πρῶτος τῆς υἱοῦ προσηγορίας γενόμενος αὐτοῖς αἴτιος· καὶ ὥσπερ τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα· "Ἐγὼ γὰρ, φησὶν, εἰμὶ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα," οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ τοῖς μετ' αὐτὸν νοεῖσθαι, οὕτω κἂν πρῶτος λέγηται τῆς κτίσεως ὁ Υἱὸς, εἴτ' οὖν πρωτότοκος πρὸ πάσης κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἷς· ἀλλ' ὥσπερ ὁ Πατὴρ ἀρ χὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, "Ἐγώ εἰμι πρῶτος," οὕτω καὶ ὁ Υἱὸς πρῶτος τῆς κτίσεως λέγεται· δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν, καὶ αὐτός ἐστιν ἡ πάντων κτισμάτων ἀρχὴ, ὡς Κτίστης καὶ ∆ημιουργός. Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ. (A f. 29, Ε f. 78 b, F f. 763, H f. 81 b) Εὗρεν ἀποκτηνωθέντα τὸν ἄνθρωπον· διὰ τοῦτο ἐν φάτνῃ ὡς ἐν τάξει τροφῆς τέθειται, ἵνα τὸν κτηνοπρεπῆ μεταμείψαντες βίον, εἰς τὴν ἀνθρώπῳ πρέπουσαν ἀνακομισθῶμεν σύνεσιν· καὶ οἱ κτηνώδεις τῇ ψυχῇ, προσελθόντες τῇ οἰκείᾳ τραπέζῃ τῇ φάτνῃ, εὕρωμεν μηκέτι χόρτον, ἀλλ' ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸ τῆς ζωῆς σῶμα. 72.489 Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες. (B f. 23 b.) Ποιμέσι δὲ πρῶτον ἀποκαλύπτεται τὸ ὑπὸ τῶν ἀγγέλων ὑμνούμενον μυστήριον, οἵτινες τύπον ἐπεῖχον τῶν τὰς Ἐκκλησίας μελλόντων ποι μαίνειν· αὐτοὺς γὰρ ἔδει καὶ πρώτους ἀκούειν τὸ, Ἐπὶ γῆν εἰρήνη, διότι καὶ οἱ πνευματικοὶ ποιμένες ἔμελλον τὴν εἰρήνην ἐπιφωνεῖν παντὶ τῷ τῆς Ἐκ κλησίας πληρώματι· ἔτι δὲ τὸ τῶν ποιμένων πρόσ ωπον, καὶ ἡ γενομένη διὰ τῆς ἀποκαλύψεως αὐτοῖς χαρὰ σημαίνει σαφῶς, ὡς ἐπὶ τὸ πλανώμενον ἦλθε πρόβατον ὁ ποιμὴν ὁ καλός· ποιμένας γὰρ οὐδὲν οὕ τως εὐφραίνειν οἶδεν, ὡς ἡ τοῦ ἀπολωλότος βοσκή ματος εὕρεσις· ὅπερ οὐκ ἦν ἑτέρου τινὸς εὑρεῖν, ἢ τοῦ ἀρχιποίμενος Χριστοῦ. Εἶτα ἐπειδὴ Βηθλεὲμ οἶκος ἄρτου ἑρμηνεύεται, ποῦ ἔμελλον οἱ ποιμένες μετὰ τὸ κήρυγμα τῆς εἰρήνης ἐπείγεσθαι, ἢ ἐπὶ τὸν πνευματικὸν οἶκον τοῦ οὐρανίου ἄρτου, τοὐτέστι τὴν Ἐκκλησίαν, ἐν ᾗ μυστικῶς καθ' ἑκάστην ἱερουρ γεῖται ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ἄρτος, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ; (A f. 29 b. B f. 23 b, Ε f. 79 b, F f. 764, H f. 83 b, K f.3) Ποιμένες γεγόνασι τῶν μυσταγωγουμένων ἀπαρχή· βλέπει δὲ πάλιν ὁ τύπος εἰς ἀλήθειαν· ποι μέσι γὰρ τοῖς πνευματικοῖς ἐμφανῆ καθίστησιν ἐαυτὸν ὁ Χριστὸς, ἵν' αὐτὸν τοῖς ἄλλοις εὐαγγελί ζωνται· καθάπερ ἀμέλει καὶ οἱ τότε ποιμένες ἐδι δάσκοντο μὲν παρὰ τῶν ἁγίων ἀγγέλων, δραμόντες δὲ, τοῖς ἑτέροις ἀπήγγελλον. Ἄγγελοι δὴ οὖν τῶν περὶ αὐτοῦ κηρυγμάτων ἀπάρχονται· καὶ δοξολο γοῦσιν ὡς Θεὸν τὸν κατὰ σάρκα ἐκ γυναικὸς παρα δόξως γεγεννημένον· Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ τῶν ὅλων Κύριος, ἵνα λύσῃ τὴν ἀρὰν τὴν ἐπὶ τῇ πρώτῃ γυναικί· εἴρηται γὰρ πρὸς αὐτήν· "Ἐν λύπαις τέξῃ τέκνα." Ὡς γὰρ εἰς θάνατον τίκτουσαι, τὸ τῆς ἀνίας ἐσχήκασι κέντρον· ἐπειδὴ δὲ γυνὴ τέτοκε κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ὅς ἐστι ζωὴ, λέλυται τῆς ἀρᾶς ἡ