5
δεῖσθαι τῶν ἀρξόντων αὐτῶν δι' ἄκραν ψυχῆς ἀπάθειαν, γνῶσιν δὲ ἀληθῆ τῶν περὶ θεοῦ δογμάτων ἀνειληφέναι. ἀλλὰ γὰρ τῶνδε τοῦτον εἰρημένων τὸν τρόπον, ὥρα καὶ διὰ τῶν ἐγγράφων ἐλθεῖν. 7.7.1 ζʹ. ΩΣ ΑΥΤΟΣ Ο ΜΩΣΗΣ ΕΒΡΑΙΩΝ ΤΩΝ ΠΡΟ ΤΗΣ ΗΛΙΚΙΑΣ ΑΥΤΟΥ ΤΗΙ
ΟΙΚΕΙΑΙ ΚΑΤΑΒΕΒΛΗΤΑΙ ΓΡΑΦΗΙ ΤΟΥΣ ΒΙΟΥΣ Ὁ τοίνυν μέγας θεολόγος Μωσῆς Ἑβραῖος ὢν ἐξ Ἑβραίων, εἰ καί τις ἄλλος, εὖ τε τὰ πάτρια ἐξεπιστάμενος, ὡς ἐν προοιμίοις τῶν ἱερῶν νόμων τοὺς τῶν προπατόρων Ἑβραίων βίους μνήμαις ἀνεξαλείπτοις παραδέδωκεν ὧν τε ἀγαθῶν οὗτοι παρὰ θεοῦ ἠξιώθησαν καὶ αὖ πάλιν ἄλλων ἀθέων καὶ δυσσεβῶν τρόπους τε καὶ τιμωρίας, ἀναγκαῖον ἡγησάμενος ὑπάρξειν τοῦτο τοῖς μέλλουσι τοὺς αὐτοῦ νόμους παιδεύεσθαι μάθημα εἴς τε ἀποφυγὴν τῆς τῶν φαύλων ὁμοιοτροπίας καὶ εἰς προτροπὴν τοῦ τῶν εὐσεβῶν βίου. 7.7.2 χρῆν δὲ καὶ ἄλλως μὴ ἀγνοεῖν ὅτι δὴ φθάσαντες, καὶ πρὸ τῶν ἐγγράφων αὐτοῦ νόμων, πλείους ἤδη τῶν προπατόρων ὀρθοῖς λογισμοῖς θεοσεβείας ἀρετῇ κατεκοσμήθησαν· οἳ καὶ φίλοι θεοῦ καὶ προφῆται χρηματίσαντες αἰωνίας ἔτυχον παρ' αὐτῷ μνήμης, ὧν μηδὲ ἀλλοτρίους τὸ γένος εἶναι τού7.7.3 τους, οἷς τοὺς νόμους διετάττετο. διὸ καὶ μᾶλλον χρῆναι αὐτούς, ἀπογόνους θεοφιλῶν καὶ δικαίων ἀνδρῶν φύντας, τῆς τῶν προπατόρων εὐσεβείας ζηλωτὰς ἀναδειχθῆναι σπεῦσαί τε τῶν ἴσων τοῖς γεννήσασι παρὰ θεοῦ τυχεῖν, ἀλλὰ μὴ ἀποναρκῆσαι μηδ' ἀποκνῆσαι ὡς ἐπ' ἀδυνάτοις τῆς 7.7.4 τῶν ἀγαθῶν ἐλπίδος ἑαυτοὺς ἀπογνόντας· δυνατὰ γὰρ εἶναι καὶ τοῖς οἰκείοις αὐτῶν προπάτορσιν ἐντελῶς κατωρθωμένα· ὧν καὶ τὰς εἰκόνας τοῖς τὰ θεῖα παιδευομένοις παρεδίδου, τοὺς βίους καταλέγων τῶν παλαιῶν καὶ τὴν ἰδιάζουσαν ἑνὸς ἑκάστου ἀρετὴν ὥσπερ ἐν εἰκόνι γραφῆς διατυπούμενος. 7.8.1 ηʹ. θʹ. ΩΣ ΕΥΛΟΓΩΙ ΚΡΙΣΕΙ ΚΑΙ ΣΩΦΡΟΝΙ ΛΟΓΙΣΜΩΙ ΤΗΝ ΠΕΡΙ ΤΩΝ∆Ε ΙΣΤΟΡΙΑΝ ΠΑΡΕ∆ΕΞΑΜΕΘΑ ΚΑΙ ΕΠΙ∆ΡΟΜΗ ΤΩΝ ΠΡΟ ΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ
ΘΕΟΦΙΛΩΝ ΑΝ∆ΡΩΝ ΚΑΙ ΑΧΡΙ ΜΩΣΕΩΣ
Καὶ τούτων δὲ οὐδὲν ἐμποδὼν μὴ οὐχὶ διὰ βραχέων ἐπιδραμεῖν τὴν ἱστορίαν. πρὸ μὲν οὖν τοῦ κατακλυσμοῦ, ὥσπερ ἡ αὐτοῦ Μωσέως περιέχει γραφή δεῖ δέ που, ὡς οἶμαι, μὴ ἄλλοθεν ἢ πάλιν οἴκοθεν τὰ Ἑβραίων πάτρια διασκοπεῖσθαι, ἐπεὶ καὶ τὰ Αἰγύπτια παρ' Αἰγυπτίων καὶ τὰ Φοινίκων παρὰ τῶν οἰκείων ἐμανθάνομεν, ὡς αὖ πάλιν τὰ Ἑλλήνων παρὰ τῶν ἐν τούτοις διαφανῶν τά τε φιλοσόφων παρὰ τῶν φιλοσόφων, ἀλλ' οὐ παρὰ τῶν ἀπείρων φιλοσοφίας· πόθεν δὲ ἄλλοθεν προσήκοι ἂν καὶ τὰ ἰατρικῆς ἢ παρὰ τῶν ἐπιστημόνων πυνθάνεσθαι; οὕτω δὴ κατὰ τὸ ἀκόλουθον ἡγοῦμαι δεῖν καὶ τὰ Ἑβραίων ἐκ τῶν παρ' Ἑβραίοις λογίων, ἀλλὰ μὴ ἄλλοθέν ποθεν 7.8.2 ἀποδέχεσθαι· ὥσπερ οὖν ὁ παρὰ τούτοις κατέχει λόγος, ἄνωθεν πρὸ τοῦ κατακλυσμοῦ ἐκ πρώτης ἀνθρώπων γενέσεως καὶ εἰς τὰς ἑξῆς διαδοχὰς θεοφιλεῖς τινες ἄνδρες γεγόνασι καὶ δίκαιοι πλείους· ὧν ὁ μὲν «ἤλπισεν 7.8.3 ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ·» τοῦτο δὲ δηλοῖ τὸ μηδένα πλὴν τῶν ἁπάντων τὸν δημιουργὸν δεσπότην ὁμοῦ καὶ θεὸν τῶν ὅλων ἐπιγράψασθαι. πεπεῖσθαι γὰρ αὐτὸν οὐ μόνον ποιητικῇ δυνάμει εὖ καὶ ἐν κόσμῳ τὸ πᾶν διατεθεικέναι, ἀλλὰ καὶ δεσπότου δίκην, ὡς ἂν μεγάλης πόλεως, τοῦ σύμπαντος κυριεύειν οἰκονομεῖν τε καὶ οἰκοδεσποτεῖν ὁμοῦ καὶ κύριον 7.8.4 ὄντα καὶ βασιλέα καὶ