ἀλλοφρονήσαντα τὸν ∆αυΐδ, ὃν σωφρονοῦντα φθάσας εὐλόγουν. Ἐγὼ δὲ οὕτω καὶ τὸν βασιλέα Ἀνδρόνικον, ὃν ὑποκαταβὰς οὐκ ἂν εὖ λέγειν εἰς τὸ πᾶν ἔχοιμι, ἐν ἄλλοις ἐθαύμασα, φράσας ἐπιλέγδην ὅ τι τῶν κρειττόνων ἐκείνῳ ἐνέλαμπεν. Οὐ γάρ τι κατὰ τοὺς φαύλους τῶν σοφιστῶν ἀναγράφω ἀντίφωνα. Πρὸς δὲ συγγραφικὴν ταύτην ἱστορίαν οὐκ ἔχω κρύπτειν ὅσα τοῖς ἄρτι πρὸς εἱρμὸν συμβαίνουσιν, ὡς ἥ γε λοιπὴ ῥητορεία, ἡ πρὸς ψιλὸν ἔπαινον, δοκεῖ κατὰ τὴν σοφὴν καὶ αὐτὴ μέλισσαν οὐ μόνον ἐξ ἀνθέων γλυκέων καὶ λοιπῆς χρησιμότητος ἑαυτῇ συγκροτεῖν τὸ μυρέψημα τοῦ γλυκάσματος ἀλλά που καὶ ἐκ μὴ τοιούτων. Καὶ γάρ τοι καὶ ἐκ περιττωμάτων οὐκ εὐαποφόρων ἐκείνη τιθαιβώσσει, ἐκλεγομένη τὰ συντείνοντα, καθὰ παρατετηρηκότες οἱ δεξιοὶ σιμβλοποιεῖν οἴδασι· καί τι συναγείρει κἀκεῖθεν, εἰς ὅσον τὰ κηρία στύφεσθαι καὶ συνέχεσθαι· ὁποῖα δή τινα μελίτταις Ἑρμοῦ ὑποκείμενα καὶ ὁ ∆αυῒδ εἰχέτην καὶ ὁ Ἀνδρόνικος, καὶ μάλιστα ὁ Ἀνδρόνικος, παντοδαπὸς ἐκεῖνος ἄνθρωπος καὶ παμποίκιλος, καὶ τοῦτο οὐ χαμαιλέοντος δίκην 16 εἴτε πολύποδος, Πρωτέως δὲ μᾶλλον, καὶ μάλιστα κατὰ Ἔμπουσαν, ἣ φρικτὰ ἐφάνταζεν. Ὁ δ' αὐτὸς καὶ κατὰ εὐρίπους πολύστροφος ἦν καὶ κατὰ τὴν ἀρχέγονον ἀνείδεον ὕλην ἅπασιν ὑποτέθειτο εἴδεσι πολυειδῶς, ὧν τὰ μὲν ἐπαινοῖτο, τὰ δ' οὐκ ἄν. Ἔστι δ' ἐπ' αὐτοῦ προσαρμόσαι καὶ τὸ εἶναι μέν τινα παρ' αὐτῷ οἶκτον, εἶναι δὲ καὶ θυμὸν μέγαν. Ἔστι δὲ συμβιβάσαι καὶ τὸ «ἦν ὁμοῦ ἐν αὐτῷ χρήματα πάντα», καὶ ὡς πολυμιγέων ἕνωσις ἦν τις καὶ παρ' αὐτῷ καὶ δίχα φρονεόντων συμφρόνασις, οὐ μὴν ὅθεν συγκροτεῖται ἁρμονίας ἀρετή, ἀλλὰ κακία συγχύσεως. Πολύτροπον γάρ τι χρῆμα ὁ ἀνὴρ καὶ πολυπόριστον τοῖς ἐφ' ἑκάτερα γράφειν δεινοῖς. Ἐναχθείη δ' ἄν τις καὶ σφαίρῳ αὐτὸν παρεικάσαι, οὐ τῷ μεταλαμβανομένῳ πρὸς γένεσιν κατὰ παλαιὰν τερατείαν, ἀλλὰ πρὸς ποικιλίαν ἠθῶν. Εἰ δὲ καὶ ἐν αὐτῷ δύο πίθους ἑστάναι τις φαίη, τὸν μὲν ἀγαθῶν πλήρη, κακῶν δὲ τὸν ἕτερον, ὧν ἀρυόμενος καὶ καταμιγνύων ἐκεῖνος ἐπεμέτρει τοῖς ὑπ' αὐτόν, τὰ πλείω δέ γε μόνου τοῦ τῶν κακῶν, αἰνίξαιτο ἂν προσφυέστατα· ἦν γὰρ σύμμικτος καὶ πρὸς ἀκραιφνῆ χάριν οὐκ ἄκρατος, οὐδὲ μὴν εὔκρατος. Ἀλλ' οὕτω μὲν ταῦτα παρεκβεβάσθω καιρίως, οἶμαι, καὶ οὐδὲ πάνυ τι ἀμεθόδως. Ἐγὼ δὲ βραχύ τι ἄνειμι πρὸς τὸν ἦν μὲν ὅτε, ὃ μακράν, τινὸς φιλίας ∆αυΐδ, νῦν δὲ μίσους παγκοσμίου ἄξιον. Ταχὺ μὲν ἔστρεψας νῶτα, ὦ γενναιότατε φεύγειν, θᾶττον δὲ ἀντιμέτωπος οὐκ εἰς ἀντιπαράταξιν, ἀλλ' εἰς δούλωσιν ἔδραμες, εἰς τοσοῦτον τῇ φυγῇ προσμείνας, εἰς ὅσον ἄνανδρον τὴν στροφὴν ἐπιδείξασθαι, ἵνα μηδέν τι γενναιότητος ἴχνος ἐν σοὶ εὑρίσκηται, μήτ' ἐν τῇ πολιορκίᾳ, ἣν καὶ εὐχόμενός που ἦσθα συγκεφαλαιωθῆναι τάχιον, ὡς ἐν τοῖς ἐφεξῆς ὑποκρουσόμεθα, μήτε μετὰ τὴν ἅλωσιν, ἐν ᾗ ἐψεύσω καὶ τὸν ἀνδριζόμενον καὶ τὸν φεύγοντα, οἷς φεύγειν τραπεὶς ἐπιδέδωκας σεαυτὸν τοῖς μηδὲ διώκουσιν. Αὐτοῖς γὰρ ἄλλα ἐν φρεσὶ μεμέλητο, τὰ πρὸ ἔργου καὶ 18 ἀναγκαῖα σφίσι, σοῦ δὲ οὐκ ἄν, οἶμαι, οὐδὲ μνήμην ἔσχον, εἰ μὴ ἐνεφάνισας σεαυτόν. Οἴδασι γὰρ οἱ εὐγενῶς ἀνδρεῖοι ἐξαθερίζειν τὸν μὴ τοιοῦτον στρατηγόν, ὁποῖον δή τινα κατέγνων καὶ σέ, οἶς τῶν τῆς σῆς ἀβελτηρίας πεπείραντο. Ἀλλὰ τί δὴ παρενεχθεὶς ὑπὸ τοῦ πάθους καὶ τῶν ἄρτι καὶ ἐν ὀφθαλμοῖς γενόμενος ἀποπλανῶ τὸν χρόνῳ ποθ' ὕστερον ἀκουσόμενον τοῦ συγγραφικῶς εἰδέναι τὰ τῶν καθ' ἡμᾶς ἐξ ἀρχῆς ἄχρι καὶ πέρατος, ἵνα παρακολουθῶν εἰδείη ἐξ οἵων τῶν πάλαι οἷα τὰ νῦν, καὶ τὰ μὲν παθαίνοιτο, τὰ δὲ ἄλλως θαυμάζοι, τὰ δὲ καί, εἴπερ ἐθέλοι, μανθάνοι καθ' ἱστορίαν, ἐπιλεγομένην ὅσα τοῖς νῦν συγκυρήμασι χρήσιμα; Τί δὲ μὴ κεφαλήν τινα ἐφιστῶ, καθά τινι σώματι, τῇ συγγραφῇ ταύτῃ, δι' ἧς καταβαίνων τῷ λόγῳ προποδίσω εὐόδως ἔνθα τὸ ἔσχατον, ἔνθεν ἑλών; Μέλλον εἶναι φαίνεται, καθὰ θεῷ εὐηρέστητο, πεσόντι τῷ Κομνηνῷ βασιλεῖ Μανουὴλ συγκαταπεσεῖν καὶ εἴ τι ἐν Ῥωμαίοις ὄρθιον καὶ ὡς οἷα ἡλίου ἐκείνου ἐπιλιπόντος ἀμαυρὰν γενέσθαι πᾶσαν τὴν καθ' ἡμᾶς. Οὐκοῦν ἀπῆλθεν ἐκεῖνος ἔνθα ἐχρῆν, διαδοχὴν ἀφεὶς γένους οὐχ οἵαν ἐχρῆν. Παῖδα γὰρ μικρόν τι παρηλλαχότα τὸν