5
ἐγώ, εἰδυῖα καίπερ ὡς τὸ πᾶν προαίρεσις· Θεὸς γὰρ οὐκ ἄκοντα σαώζει βίᾳ. Ὦ δύστροπ', ὦ κάκιστε καὶ μιαιφόνε, οἷον πέπραχας, πεπρακὼς εὐεργέτην; Αὐτός σ', ὃν ἐλπὶς παιδὸς εἶναι πατέρα, πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί. Ἔρρ', αἰσχροποιέ, φιλίας διαφθορεῦ· ἀπέπτυσ' οὐδ' ἀπόντι σοι δεῖ συλλαλεῖν· τὸν γὰρ δόλιον καὶ Θεὸς βδελύσσεται. Ὦ Παῖ, τί δὴ χρυσοῦ μέν, ὃς κίβδηλος ᾖ, τεκμήρι' ἀνθρώποισιν ὤπασας σαφῆ, ἀνδρῶν δ' ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματος; ἀλλ' αὐτὸς εἰδώς, ἀγνοεῖν πάντας θέλεις; Ὄλοιτ' ὄλοιτο πανδίκως κακεργάτης· ἔρρ' ἔρρε, παγκάκιστε καὶ μιαιφόνε, ὄλοι'· ἐγὼ δὲ ζῶντα Παῖδ' ἐπόψομαι, κἂν νῦν στένουσα πολλὰ καὶ πεπληγμένη κέντροις ἀνίας, ἡ παντλάμων δακρύω· γυνὴ γάρ εἰμι κἀπὶ δακρύοις ἔφυν. {ΧΟΡΟΣ} Αἲ αἲ αἲ αἴ· Σίγα, σίγα, Παῖδ' οὐκέτ' ὄψει ζῶντα σόν. {ΘΕΟΤΟΚΟΣ} Οἴμοι, τί θρηνεῖς; τίς δὲ δράματος λαβή; {ΧΟΡΟΣ} Οὐκ οἶδ'· ἔοικε δ' οὐ μακρὰν ὅδ' ἄγγελος λέξειν τἀκεῖθεν σοῦ φίλου Παιδὸς πέρι. {ΑΓΓΕΛΟΣ} Ἔδοξε θανεῖν Παῖδα σὸν τῇδ' ἡμέρᾳ γραμματέων ψήφῳ τε καὶ πρεσβυτέρων. {ΘΕΟΤΟΚΟΣ} Οἴμοι, προσῆλθεν ἐλπίς, ἣν φοβουμένη πάλαι, τὸ μέλλον ἐξετηκόμην γόοις. {ΧΟΡΟΣ} Ἀτὰρ τίς ἀγών, τίνες Ἑβραίων λόγοι καθεῖλον αὐτὸν κἀπεκύρωσαν θανεῖν; {ΘΕΟΤΟΚΟΣ} Γυναῖκες, αἳ τῆσδ' ἐγγύς ἐστε συμφορᾶς, γυναῖκες, οὐκ ἀνασχέτ' οὐκ ἀνέξομαι· ῥίψω, μεθήσω σῶμ', ἀπαλλαγήσομαι βίου θανοῦσα· χαίρετ', οὐκέτ' εἴμ' ἐγώ. Σὺ δ' εἰπὲ τίνι κέκριται τρόπῳ θανεῖν Παῖδ'· ἆρα λευσίμῳ χερὶ ψῆφος θανεῖν; ἢ δὴ σιδήρῳ πνεῦμ' ἀπορρῆξαι κρίσις; {ΑΓΓΕΛΟΣ} Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω βαίνων, πυθέσθαι δ' ἤθελον τοῦ δὴ πέρι· σῷ γὰρ ἀεί ποτ' εἶχον εὔνοιαν Τέκνῳ, βλέπων νιν οἷ' ἔρεξε θαυμάστ' ἐν βροτοῖς, κἀμοῦ δὲ διήνοιξεν ὀμμάτων κόρας. Ὁρῶ δ' ὄχλον δραμόντα καὶ φθάσαντ' ἄκραν, ἀστῶν δὲ δή τιν' ἠρόμην, ἄθροισμ' ἰδών· «Τί καινὸν ἄστει; μῶν τι δυσμενῶν πάρα ἄγγελμ' ἀνεπτέρωκεν Ἑβραίων πόλιν;» Ὅδ' εἶπ'· «Ἰησοῦν κεῖνον οὐχ ὁρᾷς πέλας ἑστῶτ' ἀγῶνα θανάτου δραμούμενον;» Ὁρῶ δ' ἄελπτον φάσμ', ὃ μή ποτ' ὤφελον· τὸν μὲν κατηφῆ καὶ σιγῶνθ' ἑστηκότα, τοὺς δ' ὥστε κύνας αἵματος διψαλέους κύκλῳ περιτρέχοντας, ἐγκεχηνότας. Ἐπεὶ δὲ πλήρης ἦν Ἰουδαίων ὄχλος, δείλαιος ἀγὸς διχόμυθ' ἐφθέγγετο, λόγους ἑλίσσων ἄλλοτ' ἄλλους ἐν φόβῳ· τέλος δ' ἔφη, σὸν Υἱὸν ἐκπαγλούμενος, ὡς ἀκέραιον, ἀνεπίπληκτον βλέπων, καὶ ξυνετῶς χωροῦντα πρὸς πάντας λόγους, τοὺς δ' οὐκ ἐπαινῶν ὡς φονῶντας ἀνόμως, καθ' οὗπερ οὐχ εὕρισκεν αἰτίαν φόνου, ἔλεξε γοῦν, ἔλεξε· Τίς χρῄζει λέγειν, ὡς ἄρ' Ἰησοῦν κατθανεῖν, ἢ μή, χρεών; καὶ τόνδ' ἀφεῖναι μᾶλλον ἢ μιαιφόνον ὧν εἶχον ἐν δεσμοῖσι λῃστήρων ἕνα. Ἐπερρόθησαν δ' ὡς θανεῖν σταυρῷ δέον, λῃστῆρα δ' ἀφεῖναί τε τὸν κακεργάτην. Ὁ δ' ἡγεμὼν ἔφησε τοῖσδ' ἐναντία, ἀλλ' οὐκ ἔπειθ' ὅμιλον, εὖ δοκῶν λέγειν. Ἄλλος γὰρ αὖθις εἶπε τῷδ' ἐναντία, κραυγῇ πίσυνος κἀμαθεῖ τολμηρίᾳ· ὃς δ' οὐκ ἐπῄνει· κἀπὶ τῷδ' ἀνίσταται ὄχλου θόρυβος ἀθυρογλώσσου μέγας· ὃς δὴ κέκραγε Παῖδα σὸν θανεῖν θέμις. Κεῖνος δὲ νικᾷ κακὸς ἐν πλήθει λέγων, ὃς εἶπε δεῖν σὸν Παῖδα θανεῖν ἐν ξύλῳ. Ἤδη δ' ἕως πέφηνεν, ἐκρέει κνέφας, καὶ δή νιν ἑλκύσουσιν ἔξω τῆς πύλης ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι δραμούμενον, καθ' ὃν θανεῖν ἐστὶ κρίσις· ἐν ἡμέρᾳ γὰρ τῇδε λείψει τὸν βίον. {ΘΕΟΤΟΚΟΣ} Αἲ αἴ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον. Ναὶ ναὶ κακῶν πέλαγος ἡ τάλαιν' ὁρῶ τοσοῦτον, ὥστε μήποτ' ἐκνεῦσαι πάλιν μηδ' ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς. Φεῦ τῆς Ἑβραίων πῇ προβήσεται φρενός; τί τέρμα τόλμης καὶ θράσους γενήσεται, εἰ καὶ Θεοῦ τολμῶσι τεκταίνειν φόνον; Καὐτοῦ μὲν οὔ μοι φροντίς· οὐ γάρ που μόρος κατακρατήσει θανατοῦντος τὸν μόρον· ἔτικτον αὐτόν, οἶδα δ' ὡς ἐγεινάμην, στερρὰς φυγοῦσα τῶν τόκων ἀλγηδόνας· αὐτοὺς δὲ πενθῶ συμφορᾷ κεχρημένους. Ἔσται γὰρ ἔσται ποινάτωρ δίκη φόνου, ὃν δυσσεβεῖς τολμῶσιν ἀνόμως φθόνῳ. Αἲ αἲ αἲ αἴ· Οὐ νῦν τὸ πρῶτον, ἀλλὰ πολλάκις φθόνος ἔβλαψε πολλούς, οὐ τόσον δ' ὅσον φίλους αὐτοῦ τανῦν βλάψειεν, Ἑβραίων ὄχλον.