1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

σῶμα λεπτόν τε καὶ κοῦφον καὶ ἀεικίνητον), τῆς δὲ γῆς ὃ δὴ τῶν αἰσθητῶν ἐστιν ἔσχατον, οἰκείως τε καὶ καταλλήλως πρὸς τὴν τῶν νοητῶν ἐν αὐτῇ διαγωγὴν οὐκ ἐχούσης (τίς γὰρ ἂν γένοιτο τοῦ ἀνωφεροῦς τε καὶ κούφου πρὸς τὸ βαρύ τε καὶ ἐμβριθὲς κοινωνία;), ὡς ἂν μὴ τελείως ἄμοιρός τε καὶ ἀπόκληρος ἡ γῆ τῆς νοερᾶς τε καὶ ἀσωμάτου διαγωγῆς εἴη, τούτου χάριν προμηθείᾳ κρείττονι τὴν ἀν θρωπίνην συστῆναι γένεσιν, τῇ νοερᾷ τε καὶ θείᾳ τῆς ψυχῆς οὐσίᾳ τῆς γηΐνης μοίρας περιπλασθείσης, ὡς ἂν τῇ πρὸς τὸ ἐμ βριθές τε καὶ σωματῶδες συμφυΐᾳ καταλλήλως ἡ ψυχὴ τῷ στοιχείῳ τῆς γῆς ἐμβιοτεύοι ἐχούσης τι πρὸς τὴν τῆς σαρκὸς οὐσίαν συγγενὲς καὶ ὁμόφυλον. σκοπὸς δὲ τῶν γινομένων ἐστὶ τὸ ἐν πάσῃ τῇ κτίσει διὰ τῆς νοερᾶς φύσεως τὴν τοῦ παντὸς ὑπερκειμένην δοξάζεσθαι δύναμιν, τῶν τε ἐπουρανίων καὶ τῶν ἐπιχθονίων διὰ τῆς αὐτῆς ἐνεργείας (λέγω δὲ διὰ τοῦ πρὸς τὸν 79 θεὸν βλέπειν) ἀλλήλοις πρὸς τὸν αὐτὸν σκοπὸν συν απτομένων. ἡ δὲ τοῦ βλέπειν πρὸς τὸν θεὸν ἐνέργεια οὐδὲν ἄλλο ἐστὶν ἢ ζωὴ τῇ νοερᾷ φύσει ἐοικυῖά τε καὶ κατάλληλος. ὥσπερ γὰρ τὰ σώματα γήϊνα ὄντα ταῖς γηΐναις διακρατεῖται τροφαῖς καί τι σωματῶδες ζωῆς εἶδος ἐν τούτοις κατα λαμβάνομεν, ὁμοίως ἐν ἀλόγοις τε καὶ λογικοῖς ἐνεργού μενον· οὕτως εἶναί τινα χρὴ καὶ νοητὴν ζωὴν ὑποτίθε σθαι, δι' ἦς ἐν τῷ ὄντι συντηρεῖται ἡ φύσις. εἰ δὲ ἡ τῆς σαρκὸς τροφή, ἐπίρρυτός τις οὖσα καὶ ἀπορρέουσα, δι' αὐτῆς τῆς παρόδου δύναμίν τινα ζωτικὴν ἐναποτίθεται οἷς ἂν ἐγ γένηται, πόσῳ μᾶλλον ἡ μετουσία τοῦ ὄντως ὄντος, τοῦ ἀεὶ μένοντος καὶ πάντοτε ὡσαύτως ἔχοντος, ἐν τῷ εἶναι φυλάσσει τὸν μετασχόντα. εἰ οὖν αὕτη ἐστὶν ἡ οἰκεία τε καὶ κατάλληλος τῇ νοερᾷ φύσει ζωή, τὸ τοῦ θεοῦ μετέχειν, οὐκ ἂν διὰ τῶν ἐναντίων γένοιτο ἡ μετουσία, εἰ μὴ τρόπον τινὰ συγγενὲς εἴη τῷ ὀρεγομένῳ τὸ μετεχόμενον. ὡς γὰρ ὀφθαλμῷ γίνεται τῆς αὐγῆς ἡ ἀπόλαυσις τῷ φυσικὴν αὐγὴν ἐν ἑαυτῷ πρὸς τὴν τοῦ ὁμογενοῦς ἀντίληψιν ἔχειν καὶ οὔτε δάκτυλος οὔτε ἄλλο τι τῶν μελῶν τοῦ σώματος ἐνεργεῖ τὴν ὅρασιν διὰ τὸ μηδεμίαν ἐκ φύσεως αὐγὴν ἐν ἄλλῳ τινὶ τῶν μελῶν κατεσκευάσθαι, οὕτως ἀνάγκη πᾶσα καὶ ἐπὶ τῆς τοῦ θεοῦ μετουσίας εἶναί τι συγγενὲς πρὸς τὸ μετεχόμενον ἐν τῇ φύσει τοῦ ἀπολαύοντος. διὰ τοῦτό φησιν ἡ γραφὴ Κατ' εἰκόνα θεοῦ γεγενῆσθαι τὸν ἄνθρωπον, ὡς ἄν, οἶμαι, τῷ ὁμοίῳ βλέποι τὸ ὅμοιον. Τὸ δὲ 80 βλέπειν τὸν θεόν ἐστιν ἡ ζωὴ τῆς ψυχῆς, καθὼς ἐν τοῖς φθάσασιν εἴρηται. ἐπεὶ δέ πως ἡ τοῦ ἀληθῶς ἀγαθοῦ ἄγνοια καθάπερ τις ὀμίχλη τῷ διορατικῷ τῆς ψυχῆς ἐπεσκότισεν, παχυνθεῖσα δὲ ἡ ὀμίχλη νέφος ἐγένετο, ὥστε διὰ τοῦ βάθους τῆς ἀγνοίας τὴν ἀκτῖνα τῆς ἀληθείας μὴ διαδύεσθαι, ἀναγκαίως τῷ χωρισμῷ τοῦ φωτὸς καὶ ἡ ζωὴ αὐτῆς συνεξέλιπεν· εἴρηται γὰρ τὴν ἀληθῆ ζωὴν τῆς ψυχῆς ἐν τῇ μετουσίᾳ τοῦ ἀγαθοῦ ἐνεργεῖσθαι, τῆς δὲ ἀγνοίας πρὸς τὴν θείαν κατανόησιν ἐμποδιζούσης ἐκπεσεῖν τῆς ζωῆς τὴν ψυχὴν τὴν τοῦ θεοῦ μὴ μετέχουσαν. Μηδεὶς δὲ γενεαλογεῖν ἡμᾶς ἀναγκαζέτω τὴν ἄγνοιαν, πόθεν αὕτη λέγων καὶ ἀπὸ τίνος, ἀλλ' ἐξ αὐτῆς νοείτω τῆς τοῦ ὀνόματος σημασίας, ὅτι ἡ γνῶσις καὶ ἡ ἄγνοια τὸ πρός τί πως ἔχειν τὴν ψυχὴν ἐνδείκνυται. οὐδὲν δὲ τῶν πρός τι νοουμένων τε καὶ λεγομένων οὐσίαν παρίστησιν· ἄλλος γὰρ ὁ τοῦ πρός τι καὶ ἕτερος ὁ τῆς οὐσίας λόγος. εἰ οὖν ἡ γνῶσις οὐσία οὐκ ἔστιν, ἀλλὰ περί τι τῆς διανοίας ἐνέργεια, πολὺ μᾶλλον ἡ ἄγνοια πόρρω τοῦ κατ' οὐσίαν εἶναι ὡμολόγηται. τὸ δὲ μὴ κατ' οὐσίαν ὂν οὐδὲ ἔστιν ὅλως. μάταιον τοίνυν ἂν εἴη περὶ τοῦ μὴ ὄντος τὸ ὅθεν ἐστὶ περιεργάζεσθαι.

Ἐπειδὴ τοίνυν ζωὴν μὲν ψυχῆς τὴν τοῦ θεοῦ μετουσίαν ὁ λόγος εἶναί φησι, γνῶσις δὲ κατὰ τὸ ἐγχωροῦν ἐστιν ἡ μετουσία, ἡ δὲ ἄγνοια οὐχί τινός ἐστιν ὕπαρξις, ἀλλὰ τῆς κατὰ τὴν γνῶσιν ἐνεργείας ἀναίρεσις, τῷ δὲ μὴ ἐνεργεῖσθαι τοῦ θεοῦ τὴν μετουσίαν ἡ τῆς ζωῆς ἀλλοτρίωσις ἀναγκαίως ἐπηκολούθησεν (τοῦτο δ' ἂν εἴη τῶν κακῶν τὸ ἔσχατον), 81 ἀκολούθως ὁ παντὸς ἀγαθοῦ ποιητὴς τὴν τοῦ κακοῦ θεραπείαν ἐν ἡμῖν κατεργάζεται· ἀγαθὸν γὰρ ἡ θεραπεία. τὸν δὲ τρόπον τῆς