1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

τὸν νήπιον καὶ ἀτελέστερον· πρὸς μὲν γὰρ τοὺς τοιούτους φησίν, ὅτι Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε· πρὸς δὲ τοὺς πεπληρωκότας τὸ μέτρον τῆς νοητῆς ἡλικίας

Τελείων δέ ἐστι, φησίν, ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων. καθάπερ τοίνυν οὐκ ἔστιν ἐν τοῖς ὁμοίοις εἰπεῖν εἶναι τὸν ἄνδρα τε καὶ τὸ νήπιον, κἂν μηδεμία νόσος ἑκατέρῳ τούτων προσάπτηται 84 (πῶς γὰρ ἂν ἐν τῷ ἴσῳ τῆς τρυφῆς γένοιντο οἱ τῶν αὐτῶν μὴ μετέχοντες;), ἀλλὰ τὸ μὲν μὴ κακοῦσθαι νόσῳ τινὶ καὶ ἐπὶ τούτου καὶ ἐπ' ἐκείνου λέγεται παραπλησίως, ἕως ἂν ἔξω πάθους ἑκάτερος ᾖ, τῶν δὲ κατὰ τρυφὴν ἡ ἀπόλαυσις οὐκέτι ὁμοίως παρὰ τῶν αὐτῶν ἐνεργεῖται (τῷ μὲν γὰρ ὑπάρχει καὶ διὰ λόγων εὐφραίνεσθαι καὶ πραγμάτων ἐπιστατεῖν καὶ εὐδοκίμως ἀρχὰς μετιέναι καὶ ταῖς τῶν δεομένων εὐεργεσίαις λαμπρύνεσθαι γαμετῇ τε συνοικεῖν, ἂν οὕτω τύχῃ καταθυμία, καὶ οἴκου ἄρχειν καὶ ὅσα μετὰ τούτων ἐστὶν ἡδέα παρὰ τὸν βίον εὑρεῖν· ἀκροάματά τε καὶ θεάματα, θῆραι καὶ λουτρὰ καὶ γυμνάσια καὶ συμποτικαὶ θυμηδίαι καὶ εἴ τι τοιοῦτον ἕτερον· τῷ δὲ νηπίῳ ἡ τρυφὴ τὸ γάλα ἐστὶ καὶ ἡ τῆς τιθήνης ἀγκάλη καὶ ἠρεμαία κίνησις τὸν ὕπνον ἐφελκομένη τε καὶ ἡδύνουσα· τὴν γὰρ ὑπὲρ τοῦτο εὐφροσύνην τὸ ἀτελὲς τῆς ἡλικίας χωρῆσαι φύσιν οὐκ ἔχει)· τὸν αὐτὸν τρόπον οἱ διὰ τῆς ἀρετῆς ἐν τῷ τῇδε βίῳ τὰς ψυχὰς θρέψαντες καί, καθώς φησιν ὁ ἀπόστολος, καταγυμνάσαντες ἑαυτῶν τὰ νοητὰ αἰσθητήρια, εἰ πρὸς τὴν ἀσώματον ἐκείνην μετοικισθεῖεν ζωήν, πρὸς λόγον τῆς ἐνυπαρχούσης αὐτοῖς ἕξεώς τε καὶ δυνάμεως τῆς θείας τρυφῆς μεταλήψονται, ἢ πλείονος ἢ ἐλάττονος κατὰ τὴν παροῦσαν ἑκάστου δύναμιν τῶν προκειμένων μετέχοντες· ἡ δὲ ἄγευστος τῆς ἀρετῆς ψυχὴ τῶν μὲν ἐκ πονηρίας κακῶν, ἅτε μηδὲ τὴν ἀρχὴν συνενεχθεῖσα τῇ τῆς κακίας νόσῳ, διαμένει 85 ἀμέτοχος, τῆς δὲ ζωῆς ἐκείνης, ἣν θεοῦ γνῶσίν τε καὶ μετουσίαν ὁ πρὸ τούτων λόγος ὡρίσατο, τοσοῦτον μετέχει παρὰ τὴν πρώτην, ὅσον χωρεῖ τὸ τρεφόμενον, ἕως ἂν καθάπερ τινὶ τροφῇ καταλλήλῳ τῇ θεωρίᾳ τοῦ ὄντος ἐναδρυνθεῖσα χωρητικὴ τοῦ πλείονος γένηται, ἐν δαψιλείᾳ τοῦ ὄντος κατ' ἐξουσίαν μετέχουσα. Πρὸς ταῦτα βλέποντες ἔξω μὲν τῶν ἐκ πονηρίας κακῶν ὁμοίως εἶναί φαμεν τὴν ψυχὴν τοῦ τε διὰ πάσης ἀρετῆς ἥκον τος καὶ τοῦ μηδὲ ὅλως μετεσχηκότος τοῦ βίου· οὐ μὴν ἐν τῷ ὁμοίῳ τὴν ἑκατέρου τούτων διαγωγὴν ἐννοοῦμεν. ὁ μὲν γὰρ ἤκουσε, καθὼς ὁ προφήτης φησί, τῶν οὐρανίων διηγημάτων, δι' ὧν ἡ δόξα τοῦ θεοῦ καταγγέλλεται, καὶ διὰ τῆς κτίσεως πρὸς τὴν κατανόησιν ὡδηγήθη τοῦ δεσπότου τῆς κτίσεως καὶ διδασκάλῳ τῆς ὄντως σοφίας ἐχρήσατο τῇ ἐν τοῖς οὖσι θεωρουμένῃ σοφίᾳ τό τε τοῦ φωτὸς τούτου κάλλος κατανοήσας ἀναλογικῶς τὸ τοῦ ἀληθινοῦ φωτὸς κάλλος ἐνόησε καὶ ἐν τῷ παγίῳ τῆς γῆς τὸ τοῦ πεποιηκότος αὐτὴν ἀμετάθετον ἐπαιδεύθη καὶ τὸ ἀμέτρητον τοῦ οὐρανίου μεγέθους κατανοήσας πρὸς τὸ ἄπειρόν τε καὶ ἀόριστον τῆς ἐμπεριεχούσης τὸ πᾶν δυνάμεως ὡδηγήθη τάς τε ἀκτῖνας ἰδὼν τοῦ ἡλίου ἐκ τῶν τοσούτων ὑψωμάτων μέχρις ἡμῶν διηκούσας τὸ μὴ ἀτονεῖν τὰς προνοητικὰς τοῦ θεοῦ ἐνεργείας πρὸς ἕκαστον ἡμῶν ἀπὸ τοῦ τῆς θεότητος ὕψους κατιέναι διὰ τῶν φαινομένων ἐπίστευσεν. εἰ γὰρ εἷς ὢν ὁ φωστὴρ κοινῇ τε τὸ ὑποκείμενον ἅπαν τῇ φωτιστικῇ δυνάμει καταλαμβάνει καὶ πᾶσι τοῖς μετέχουσιν ἑαυτὸν ἐπινέμων ὅλος ἑκάστῳ καὶ ἀδιαίρετος πάρεστι, πόσῳ μᾶλλον ὁ τοῦ φωστῆρος δημιουργὸς καὶ Πάντα ἐν πᾶσι γίνεται, καθώς φησιν ὁ 86 ἀπόστολος, καὶ ἑκάστῳ πάρεστι τοσοῦτον ἑαυτὸν διδούς, ὅσον τὸ ὑποκείμενον δέχεται. ἀλλὰ καὶ στάχυν τις ἰδὼν ἐπὶ γῆς καὶ τὴν ἐκ φυτοῦ βλάστην καὶ βότρυν ὥριμον καὶ τὸ τῆς ὀπώρας κάλλος ἢ ἐν καρποῖς ἢ ἐν ἄνθεσι καὶ τὴν αὐτόματον πόαν καὶ ὄρος ἐπὶ τὸ αἰθέριον ὕψος ἀπὸ τῆς ἄκρας ἀνατεινόμενον καὶ τὰς ἐν ὑπωρείαις πηγάς, μαζῶν δίκην ἐκ τῶν λαγόνων τοῦ ὄρους ἐπιρρεούσας, ποταμούς τε διὰ τῶν κοίλων ῥέοντας καὶ θάλασσαν ὑποδεχομένην τὰ πανταχόθεν ῥεύματα καὶ ἐν τῷ μέτρῳ μένουσαν κύματά τε τοῖς αἰγιαλοῖς ὁριζόμενα