1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

5

ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειε; μᾶλλον δὲ τίς κατ' ἀξίαν ἐκπλαγείη καὶ θαυμάσειεν ἂν τὴν γενναίαν ἐκείνην καὶ οὐρανομήκη ψυχὴν, ὅτι δεδεμένος καὶ καθειργμένος ἀπὸ τοσούτου διαστήματος Φιλιππησίοις ἐπέστελλεν; ἴστε γὰρ ὅσον τὸ μέσον Μακεδονίας, καὶ Ῥώμης, Ἀλλ' 63.573 οὔτε τῆς ὁδοῦ τὸ μῆκος, οὔτε τοῦ χρόνου τὸ πλῆθος, οὔτε ὁ τῶν πραγμάτων ὄχλος, οὔτε ὁ κίνδυνος, καὶ τὰ ἐπάλληλα δεινὰ, οὔτε ἄλλο οὐδὲν, τὴν ἀγάπην καὶ τὴν μνήμην ἐξέβαλε τῶν μαθητῶν, ἀλλ' εἶχεν αὐτοὺς ἅπαντας ἐν διανοίᾳ. Καὶ οὐχ οὕτως αὐτοῦ ταῖς ἁλύσεσιν αἱ χεῖρες ἐδέδεντο, ὡς τῷ πόθῳ τῶν μαθητῶν ἡ ψυχὴ συνεδέδετο καὶ προσήλωτο. Καὶ καθάπερ βασιλεὺς ἐπὶ τὸν θρόνον ἀναβὰς ὑπὸ τὴν ἕω, καὶ καθίσας ἐν ταῖς βασιλικαῖς αὐλαῖς, μυρίας εὐθέως δέχεται πανταχόθεν ἐπιστολάς· οὕτω δὴ κἀκεῖνος, καθάπερ ἐν ταῖς βασιλικαῖς αὐλαῖς τῷ δεσμωτηρίῳ καθήμενος, πολλῷ πλείω καὶ ἐδέχετο καὶ ἔπεμπε συνεχῶς τὰ γράμματα τῶν πανταχόθεν ἐπὶ τὴν ἐκείνου σοφίαν ὑπὲρ τῶν καθ' ἑαυτοὺς πραγμάτων ἀναφερόντων ἅπαντα· καὶ τοσούτῳ πλείονα πράγματα τοῦ βασιλέως ᾠκονόμει, ὅσῳ καὶ μείζονα ἀρχὴν ἐμπεπίστευτο. Τοιαύτη γὰρ ἡ τῆς ἀγάπης ἐστὶ δύναμις, ὡς οὐ τοὺς παρόντας μόνον καὶ πλησίον ὄντας ἡμῶν καὶ ὁρωμένους, ἀλλὰ καὶ τοὺς μακρὰν ἀφεστῶτας περιλαμβάνειν καὶ συγκολλᾷν καὶ συνδεῖν, καὶ οὔτε χρόνων πλῆθος, οὔτε ὁδῶν διάστημα, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ψυχῆς φιλίαν δύναιτ' ἂν διακόψαι καὶ διατεμεῖν. Καὶ γὰρ οὕτω δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν ᾖ, μὴ κωλῦσαι· οὐδὲ γὰρ ἀντάξιον γνησίου φίλου. Ἥδεται γὰρ ὁ φιλῶν ὁρῶν τὸν φιλούμενον καὶ διαχεῖται, συμπλέκεται αὐτῷ συμπλοκήν τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν. Κἂν ἀναμνησθῇ μόνον αὐτοῦ, διανέστη τῇ διανοίᾳ καὶ ἀνεπτερώθη, καὶ βλέπων τοῦτον καθ' ἑκάστην ἡμέραν· οὐ κορέννυται, οὐδὲν ἔστιν αὐτῷ ὅπερ μὴ ἔστιν ἐκείνου· ταὐτὰ αὐτῷ ἐπεύχεται ἅπερ καὶ ἑαυτῷ. Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει πρότερον εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Οἶδα καὶ Παῦλον τὴν ψυχὴν ἡδέως διδόντα τὴν ἑαυτοῦ καὶ μὴ αἰτηθέντα, καὶ εἰς γέενναν ἐμπίπτειν ὑπὲρ τῶν φιλουμένων εὐχόμενον. Οὕτω γὰρ χρὴ φιλεῖν διαθέσει πεπυρωμένῃ, ὡς μὴ δοκεῖν ὀφειλέτην ἔχειν τὸν φιλούμενον, ἀλλ' αὐτὸς αὐτῷ ὀφειλέτης εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν ἐκεῖνον. Ὁ γὰρ ἀγαπῶν, οὐκ ἐπιτάττειν βούλεται μόνον, ἀλλὰ καὶ ἐπιτάττεσθαι· χαίρει μᾶλλον ἐπιταττόμενος ἤπερ ἐπιτάττων. Ὁ ἀγαπῶν χαρίζεσθαι βούλεται μᾶλλον ἢ χάριν λαμβάνειν· θέλει γὰρ ὀφειλέτην ἔχειν τὸν φίλον, ἤπερ αὐτὸς ὀφείλειν ἐκείνῳ. Ὁ ἀγαπῶν καὶ βούλεται χαρίζεσθαι τῷ ἀγαπωμένῳ, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι· καὶ ἄρχειν αὐτὸς εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν εὐεργεσίας. Καὶ μή μοι τοὺς ἁπλῶς φίλους ἐννοεῖτε, τοὺς κοινωνοὺς τῶν τραπεζῶν, καὶ ἀπὸ προσηγορίας μόνης φίλους λογιζομένους· εἴ τις ἔχει φίλον, οἷον λέγω, ἐπιγνώσεται τὰ ῥήματα. Τῆς 63.574 παρούσης ζωῆς φίλος ἡδύτερος. Πολλοὶ γοῦν μετὰ τὴν τῶν φίλων τελευτὴν εὔξαντο μηκέτι ζῆσαι λοιπόν· καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος ὁ φίλος. Βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι· πολλοὶ γὰρ τὸν ἥλιον ὁρῶντες, ἐν σκότῳ εἰσί· φίλων δὲ εὐποροῦντες, οὐδὲν ἂν ἐν θλίψει γένοιντο. Εἰ δέ τινός σε φιλία βλάπτει, ἔκκοπτε ἀπὸ σοῦ. Εἰ γάρ τινα τῶν ἡμετέρων μελῶν πολλάκις ἀποτέμνομεν, ὅταν αὐτά τε ἀνιάτως ἔχῃ, καὶ τοῖς λοιποῖς λυμαίνηται, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Οὐδὲν γὰρ οὕτω βλαβερὸν, ὡς συνουσία πονηρά· ὅσα γὰρ ἀνάγκη μὴ δύναται, δύναται φιλία πολλάκις εἰς βλάβην καὶ ὠφέλειαν. Ὁ δὲ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων, οὐ δύναται φίλος τοῦ βασιλέως εἶναι. Τῆς γὰρ φιλίας τῆς διὰ τὸν Χριστὸν τὸ μῖσος τὸ δι' αὐτὸν πολλῷ βέλτιον. Ὅταν μὲν γὰρ φιλώμεθα διὰ τὸν Θεὸν, ἡμεῖς ὀφειλέται αὐτοῦ ἐσμεν τῆς τιμῆς· ὅταν δὲ μισώμεθα, αὐτὸς ἡμῖν ὀφειλέτης ἐστὶ τῆς τιμῆς. Ὅσοι τοίνυν μηδὲ χρημάτων διὰ τὸν Χριστὸν καταφρονοῦμεν, μᾶλλον δὲ δι' ἡμᾶς, φρίξωμεν, τὸ περὶ