1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

δυνήσεται ἐνεγκεῖν, ὥστε ἰδεῖν τὰ γενόμενα; φησίν. Ὅρα πῶς συνεχῶς αὐτοὺς τέως ἐμβάλλει εἰς τὸ καταφρονεῖν χρημάτων καὶ μὴ ζητεῖν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν.

4 Καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον συμπάσας τὰς συκοφαντίας. Ἐπέστρεψα, τί

ἐστιν; Ἐλογισάμην, φησίν, τὰ καλὰ τοῦ βίου καὶ εἶδον μάταια· εἶτα μετέβαλον ἐμαυτὸν καὶ ἐλογισάμην αὐτοῦ τὰ λυπηρὰ καὶ εἶδον ὑπερβάλλοντα. Τοῦτό ἐστιν ἐπέστρεψα. Ὅταν οὖν τὰ μὲν ἀγαθὰ αὐτοῦ μάταια, τὰ δὲ δεινὰ χαλεπά, τί τὸ κέρδος; εἰπέ μοι. Εἶδον δάκρυον τῶν συκοφαντουμένων καὶ οὐκ ἔστιν αὐτοὺς ὁ παρακαλῶν. Ἀπαρηγόρητα κλαίουσιν· δεινὸν γὰρ συκοφαντία. ∆εινόν· καὶ μὴν οὐκ ἔδει τοῦτο δεινὸν εἶναι, ἀλλὰ τοὐναντίον. Ὅταν γὰρ δικαστὴς μὴ καταδικάζῃ, τίνος ἕνεκεν θρηνεῖς; Ἀλλ' ὅμως οὕτω λυπηρὸν τὸ γένος τῶν ἀνθρώπων, ὡς καὶ ἐπὶ τούτῳ θρηνεῖν. Καὶ ἐπῄνεσα ἐγὼ σύμπαντας τοὺς τεθνηκότας, τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι ζῶσιν ἕως τοῦ νῦν· καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὐκ ἐγένετο. Τοῦτο οὐκ ἔστιν αὐτοῦ ψῆφος, ἀλλὰ τῆς συγκεχυμένης διανοίας· πολλὰ γὰρ ἐν ἀθυμίᾳ φθεγγόμεθα, ἅπερ οὐκ ἀνάγκη φέρειν εἰς δογμάτων αὐθεντίαν. ∆ιὰ τοῦτο γάρ φησιν· εἶπον ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης· ὥστε οὐκ ἐμὴ ἡ ἀπόφασις, ἀλλὰ τῆς ἀθυμούσης ψυχῆς ἡ ψῆφος. Ἴδε τοῦτον ἀκούοντα καὶ ὁρῶντα καὶ βλέποντα, θρηνοῦντα ἐκείνους· οὕτω τὸ πάθος ἐτάραξεν. Πῶς εἰκὸς αὐτοὺς διακεῖσθαι; Πόσης ἄξιοι τιμωρίας ἂν εἶεν οἱ συκοφάνται; Εἰκότως καὶ οἱ τῶν ἔξωθεν νόμοι τοῖς αὐτοῖς ὑπάγουσιν αὐτοὺς ἐπιτιμίοις. Καὶ εἶδον ἐγὼ σύμπαντα τὸν μόχθον καὶ σύμπασαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι τὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ καί γε τοῦτο ματαιότης.

Τουτέστιν, τὸ νεωτερικὸν αὐτῶν τοῦτο. Ὅταν εὖ πράττωσιν, τότε πάλιν βασκανία, καὶ βασκανία καὶ παρὰ τοῦ οἰκείου· τοῦτό ἐστιν τὸ δεινόν, ὥστε, εἰ καὶ μὴ μάταια ἦν *** Ἀλλ' ἑτέρωθεν πάλιν ὅρα ἐναντίας δύο κακίας διωρισμένας, καὶ θαύμασον πῶς οὐδὲν ὄντα φθονεῖ δὲ ὡς μένοντα καὶ ἀεὶ ὄντα. Τί φθονεῖς τοῖς μὴ οὖσιν; φησίν. Ὁ ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ. Τουτέστιν, οὐδενὸς φείδεται, ἀλλ' εἰ δέοι καὶ ἑαυτὸν φαγεῖν, ἀφειδής ἐστιν καὶ ὠμός· τουτέστιν, συνέδησεν ἑαυτὸν καὶ κατέφαγεν. Ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου. Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα. Οὕτω καὶ ὁ Χριστός· οὗ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Συνάγει ἡμᾶς καὶ διδάσκει ἀλλήλους φιλεῖν, εἰ καὶ μὴ οἰκεῖοι, διὰ τὴν χρείαν τὴν ἀναγκαίαν· ἐπειδὴ γὰρ εἶπεν περὶ ἑνὸς ἀπολαύοντος πλούτου, βέλτιον εἶναι δύο, εἰ δὲ καὶ τρεῖς πολλῷ κρεῖττον.

Καὶ διδάσκει ἀπὸ τῶν πραγμάτων τῶν οἰκτρῶν καὶ βιωτικῶν· ἄν τε ἀναπαύεσθαι δέῃ ἄν τε πάσχειν κακῶς, μεγάλη ἡ συμπάθεια. Ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἐστιν αὐτοῖς μισθὸς ἐν μόχθῳ αὐτῶν· ὅτι ἐὰν πέσωσιν, ὁ εἷς ἐγείρει τὸν μέτοχον αὐτοῦ, καὶ οὐαὶ τῷ ἑνί, ὅταν πέσῃ <καὶ μὴ ᾖ δεύτερος τοῦ ἐγεῖραι αὐτόν. Καί γε ἐὰν κοιμηθῶσιν δύο, καὶ θέρμη αὐτοῖς·> καὶ ὁ εἷς πῶς θερμανθῇ; Καὶ <ἐὰν> συνεκραταιώθη ὁ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀπορραγήσεται. Ὁ εἷς, φησίν, οὐδὲ ἀναστῆναι δυνήσεται, οὐδὲ ἀναπαύεσθαι· οἱ δὲ δύο καὶ ἐν συμφοραῖς μέγα εἰσίν. Τὸ δὲ σπαρτίον τὸ ἔντριτον οὐ ταχὺ ἀπορραγήσεται. Ἐπὶ σχοινίου, φησίν, μεγάλη ἀσφάλεια ἡ συνάφεια· οὐ πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου ἡ ὁμόνοια καὶ ἡ ἀγάπη; Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα· ὅτι ἐξ οἴκου δεσμῶν ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγενήθη πένης. Ἐκεῖνος μέν, φησίν, καὶ ἐν βασιλείᾳ πένης, οὗτος δὲ ἀπὸ δεσμοῦ θαυμαστὸς ἔσται. Οὐδὲν ἐκεῖνον ἐκώλυσεν τὰ δεσμά, οὐδὲν τοῦτον ὤνησεν ἡ βασιλεία. Οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτοῦ. Τουτέστιν, ὑπερβάλλοντα ἦν τὰ ἤδη γεγενημένα, λῦσαι