1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

τὸν χρόνον εἰδότες καθ' ὃν γίγνεται τὰ ἔργα, οὐ δυνατὸν συνιδεῖν. Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι καὶ τοῦ ποιεῖν ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τοῦτό ἐστιν ποίημα ἀγαθόν, ἐλεῆσαι.

Μέλλων γὰρ ἐπὶ εὐποιΐαν παρακαλεῖν, πρότερον αὐτὸ νομοθετεῖ, πάσχειν εὖ· ὁ γὰρ ἑαυτῷ χρηστὸς καὶ ἑτέρῳ ἔσται. Τοῦτο δόμα θεοῦ ἐστιν. Κἂν λέγῃ δόμα θεοῦ, τοῦτο ὥρισεν ὁ θεὸς μόνον εἶναι καλόν, ἀπὸ τοῦ μόχθου βουλόμενος ἡμᾶς ἀπαγαγεῖν τοῦ παρόντος βίου καὶ τοῦ ἐν τούτοις μοχθεῖν. Ἔγνων <ὅτι> πάντα, ὅσα ἐποίησεν ὁ θεός, αὐτὰ ἔσται εἰς τὸν αἰῶνα· ἐπ' αὐτῶν οὐκ ἔστιν προσθεῖναι καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἐνταῦθα πάλιν αὐτοῦ τὴν σοφίαν θαυμάζει, ὅτι οὕτως διαρκὲς καὶ ἀνελλιπὲς αὐτοῦ τὸ ἔργον ὡς πανταχοῦ ἀρκεῖν. Καὶ ὁ θεὸς ἐποίησεν, ἵνα φοβηθῶσιν ἀπὸ προσώπου αὐτοῦ. Ὅρα καὶ ταῦτα· οὐχ ἵνα παρασαλευθῶσιν μόνον, ἀλλ' ἵνα αὐτὸν καὶ θαυμάζωσιν· εἰκὸς οὖν τὰ πρὸς ὑπόθεσιν θεογνωσίας γεγενημένα, μεγάλα τινὰ καὶ θαυμαστά. Τὸ γενόμενον ἤδη ἐστίν, καὶ ὅσα τοῦ γίνεσθαι ἤδη γέγονεν. Τὰ δὲ τῶν ἀνθρώπων οὐ τοιαῦτα, ἀλλ' ἀεὶ γίγνεται. Καὶ ὁ θεὸς ζητήσει τὸν διωκόμενον.

Ὅρα πῶς μεταξὺ φιλοσοφίας ἐντίθησιν ῥήματα καὶ οὐ λέγει ἐνταῦθα «ματαιότης» περὶ τῶν πασχόντων κακῶς· ἐπειδὴ γὰρ εἶπεν ὅτι δι' ἡμᾶς ἐποίησεν τὰ ἔργα, ὥστε αὐτὸν ἐπιγινώσκεσθαι, καὶ θεογνωσίας αἴτιον τοῦτο. Τί οὖν; φησίν, τὰς ἀδικίας πῶς περιορᾷ; Ἔρχεται λοιπὸν καὶ ἐπὶ τὸν τῆς προνοίας λόγον, ὅτι καὶ τοῦτο δείκνυσιν ὄντα τὸν θεόν. Ὁ θεὸς ζητήσει τὸν διωκόμενον· κἂν μὴ νῦν, ἀλλὰ μετὰ ταῦτα· ἀπὸ τῆς πείρας οἶδα ταῦτα, φησίν. Καὶ ἔτι εἶδον ὑπὸ τὸν ἥλιον τὸν τόπον τῆς κρίσεως, ἐκεῖ ὁ ἀσεβής, καὶ τὸν τόπον τοῦ δικαίου, ἐκεῖ ὁ εὐσεβής. Εἶδον καὶ κολαζομένους· ὅπερ καὶ ὁ πατὴρ αὐτοῦ φησιν. Καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου· σὺν τὸν δίκαιον καὶ σὺν τὸν ἀσεβῆ κρινεῖ ὁ θεός. Καὶ ἐκεῖνος ἔπαθλον τῆς ἀρετῆς λήμψεται καὶ οὗτος τῆς κακίας. Εἶδον τὸν τόπον· οὐχὶ τόπον τῆς κολάσεως λέγει· ὑπὸ τὸν ἥλιον, γάρ φησιν· οὐ λέγω σοι τὰ μέλλοντα, εἶδον πολλαχοῦ συμβάντα ταῦτα. Ὅτι καιρὸς τῷ παντὶ πράγματι καὶ ἐπὶ παντὶ τῷ ποιήματι. Ὥστε μὴ ζητεῖν· οἶδεν τοὺς καιροὺς ὁ θεός, πότε καὶ πότε ἐκείνους κολασθῆναι δεῖ. Ἐκεῖ εἶπα ἐγὼ ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν ἀνθρώπων, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός. Ἐκεῖ εἶπον· μὴ λάβῃς εἰς δόγματα ταῦτα, ἅπερ οὕτως διαπορῶν ἔλεγεν, ἐπεὶ καὶ ὁ ∆αυὶδ εἰσάγει τινὰ λέγοντα· καὶ εἶπον· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου, καί· εἶπον ἐν τῇ ἐκστάσει μου· ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, καί· εἶπον ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Περὶ λαλιᾶς υἱῶν ἀνθρώπου ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός· ἐπειδὴ πολλοὶ τοῦ θεοῦ κατηγοροῦ σιν καὶ διαγελῶσιν εἰκῇ, τότε αὐτοὺς παιδεύσει, τότε αὐτοὺς διδάξει. Καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσὶν καί γε αὐτοῖς. Ὅρα τοίνυν ὃ καὶ νῦν γίγνεται. Πολλοὶ τοῦ θεοῦ κατηγοροῦσιν, πολλοὶ αὐτὸν ἄδικον εἶναί φασιν, πολλοὶ αὐτὸν μὴ προνοεῖν· οὗτοι τῶν κτηνῶν τί διαφέρουσιν; Ὅταν οὖν ὁ θεὸς τὸ κατ' ἀξίαν ἀπονέμῃ ἑκάστῳ, τοῦ καιροῦ καλοῦντος, τότε δείξει τὴν ἄνοιαν αὐτῶν, τότε διακρινεῖ αὐτούς. Ὅτι συνάντημα υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. ∆είκνυσιν ὅτι θάνατος εἷς ἑκατέροις, σῶμα ἕν, πλάσις μία· καὶ εἰ τοῦτο ἀγνοοῦσιν εἰκότως κτήνη, ὅτι πνεῦμα ἓν τοῖς πᾶσιν. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου [καὶ συνάντημα τοῦ κτήνους· ὡς ὁ θάνατος τούτου, οὕτως ὁ θάνατος τούτου. Καὶ τίς οἶδεν πνεῦμα υἱῶν τοῦ ἀνθρώπου] εἰ ἀναβαίνει ἄνω, καὶ πνεῦμα τοῦ κτήνους εἰ καταβαίνει κάτω εἰς τὴν γῆν; Τοῦτο δέ φησιν περὶ ἐκείνων, ὅτι κτήνη εἰσίν. Εἰ γὰρ ταῦτα ἑώρων καὶ περὶ ἀναστάσεως ἐφιλοσόφουν, οὐκ ἂν ταῦτα ἐφθέγξατο, οὐκ ἂν εἶπεν· ἐπεὶ ὅτι γε αὐτὸς οὐχ οὕτως διέκειτο δῆλον ἐκ τῶν μετὰ ταῦτα· ὅτι ἄξει ὁ θεὸς αὐτοὺς εἰς κρίσιν. Ὅτι τίς ἄξει αὐτὸν τοῦ ἰδεῖν ἐν ᾧ ἂν γένηται μετ' αὐτόν; Ἐπειδὴ πολλοὶ βούλονται καταλεῖψαι χρήματα, τίς αὐτὸν