1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

6

δεινά· οὗτος δὲ ἱκανός ἐστιν καὶ τοῖς μετὰ ταῦτα ἀποδοῦναι ἄδειαν πολλήν· ὥσπερ ἐκεῖνοι οὐ λυποῦνται διὰ τοῦτον, οὕτως οὗτοι [οὐκ] εὐφραίνονται διὰ τοῦτον. Ὁ μὲν γὰρ πονηρὸς καὶ τοὺς μετ' αὐτὸν λυπεῖ, ὁ δὲ ἀγαθὸς καὶ τοὺς πρὸ αὐτοῦ εὐφραίνει. Καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐπ' αὐτῷ. Ἢ πάλιν ἐκεῖνός φησιν ὅτι καὶ τοὺς πρὸ αὐτοῦ καὶ τοὺς μετ' αὐτὸν λυπήσει ὁ πονηρός. Ὅτι καί γε τοῦτο ματαιότης· οἷον ἄνθρωπος, ἐὰν ᾖ. Φύλαξον τὸν πόδα σου ἐν ᾧ ἂν πορεύῃ εἰς οἶκον θεοῦ. Τουτέστιν, καθαρὸς ἔσῃ ἁρπαγῆς, πλεονεξίας· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα. Ἢ τοῦτό φησιν· μὴ τοῖς αὐτοῖς ποσὶν καὶ εἰς κακίαν καὶ εἰς οἶκον θεοῦ τρέχε, ἐπεὶ κἀν ἐκείνῳ τῷ χρόνῳ καὶ ἔγγισον τοῦ ἀκούειν· τουτέστιν, πείθου τῷ θεῷ· τοῦτο γὰρ ὑπὲρ θυσίασμα γένοιτο. Ὅτι οὔκ εἰσιν εἰδότες τοῦ ποιεῖν κακά. Τοιοῦτοι οἱ ἀκούοντες οὐδὲ εἴσονται κακίαν. Πῶς γάρ; Ὥσπερ οἱ καλὰ σιτούμενοι οὐδὲ ὅ τι ποτέ ἐστιν ἀρρωστία ἐπίστανται.

5 Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνέτω τοῦ ἐξενέγκαι

λόγον πρὸ προσώπου τοῦ θεοῦ. Πάλιν ἐνταῦθα κελεύει μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ὑπισχνεῖσθαι τῷ θεῷ. Ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ καὶ σὺ ἐπὶ τῆς γῆς· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι σου ὀλίγοι. Τουτέστιν, δυνήσεταί σε κολάσαι. Εἰ γὰρ ἀνθρώπῳ πολλάκις διαλεγόμενος ἁμαρτήσει, πολλῷ μᾶλλον τῷ θεῷ. Ὅτι παραγίνεται ἐνύπνιον ἐν πλήθει πειρασμοῦ καὶ φωνὴ ἄφρονος ἐν πλήθει λόγων. Ἐνταῦθα τὴν φαντασίαν φησίν· τὰ ψευδῆ πράγματα ἐνύπνιά φησιν· συμβαίνει γάρ σε καὶ ψεύσασθαι. Ὁρᾷς πόσα περὶ ὑποσχέσεως φησίν; Καθὼς εὔξῃ εὐχὴν τῷ θεῷ, μὴ χρονίσῃς τοῦ ἀποδοῦναι αὐτήν· οὐκ ἔστιν θέλημα ἐν ἄφροσιν. Σὺ οὖν ὅσα ἂν εὔξῃ ἀπόδος. Ἀγαθὸν τὸ μὴ εὔξασθαί σε ἢ τὸ εὔξασθαί σε καὶ μὴ ἀποδοῦναι. Μὴ δῷς τὸ στόμα σου τοῦ ἐξαμαρτῆσαι τὴν σάρκα σου. Μὴ πάσας βουλεύου βουλὰς ὡς γινομένας τὴν σάρκα ἀπολλύειν, οἷον μοιχείας, πορνείας. Μὴ εἴπῃς πρὸ προσώπου τοῦ θεοῦ ὅτι· ἄγνοιά ἐστιν, Ὁρᾷς πόσος σου προνοίας λόγος, ἵνα μὴ καὶ τούτου δίκην δῷς καὶ διαφθαρῇ τὰ ποιήματα τῶν χειρῶν σου, ὅτι ἐν πλήθει ἐνυπνίων καὶ ματαιοτήτων καὶ λόγων πολλῶν.

Τὰ ποιήματά σου· τὰ ψευδῆ καὶ πεφαντασμένα καὶ οὐδὲν ἔχοντα ἀληθές. Ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν χώρᾳ, μὴ θαυμάσῃς ἐπὶ τῷ πράγματι. Μὴ θαύμαζε, φησίν, ἐπὶ ταῖς ἀδικίαις. Ὑψηλὸς ἐπάνω ὑψηλοῦ. Τοῦ γὰρ ἀδικοῦντος ἕτερός ἐστιν πολέμιος. Καὶ ὑψηλοὶ ἐπ' αὐτοῖς. [Καὶ περισσεία γῆς.] Ὥσπερ οὐκ ἔστιν οὗτος μόνος ὑψηλός, ἀλλὰ καὶ ἄλλος. Καὶ περισσεία γῆς. Ὥσπερ αὕτη πολλή, οὕτως καὶ ὑψηλὴ ἡ πρόσοδος. Ἢ ὅτι ἔχει δοῦναι τῷ ἀδικουμένῳ. Ἵνα γὰρ μὴ λέγῃς· καὶ τί τὸ ὄφελος; Μετὰ τὸ ἀδικηθῆναι οὐχ ὁρᾷς πλουτοῦντα. Εἶτα καὶ ἑτέρωθεν· Ἀγαπῶν ἀργύριον οὐ πλησθήσεται ἀργυρίου· καὶ τίς ἠγάπησεν ἐν πλήθει αὐτοῦ γένημα; Τουτέστιν, τὸν πόθον αὐτῶν στῆσαι ἀδύνατον. Κἂν ἅπαντα λάβῃ, πλειόνων ἐφίεται, ὥστε τὸν μέλλοντα ἀργυρίου ἐμπίμπλασθαι οὐ πολλὰ περιβάλλεσθαι χρή, ἀλλὰ τὸν πόθον καταλῦσαι τὸν περὶ τὰ χρήματα. Ἄν τε χρήματα ἄν τε γενήματά τις φιλῇ, περιττὸν οὐδέν. Τοῦτο περιττόν, ὅτι πολλοὶ οὐ θέλουσι τὰ γενήματα αὐτῶν. Καί γε τοῦτο ματαιότης. Ἐν πλήθει ἀγαθωσύνης ἐπλήσθησαν ἐσθίοντες αὐτήν· καὶ <τί> ἀνδρεία τῷ παρ' αὐτῆς; Ὅτι ἀρχὴ τοῦ ὁρᾶν ὀφθαλμοῖς αὐτοῦ. Τί τὸ περισσόν; φησίν. Ἀνδρεία πεποιημένη, ἄνω εἶπεν· τουτέστιν, τί τὸ κέρδος ἀπὸ τῆς εὐφορίας; Τὸ συνεχῶς ἐνορᾶν, πλέον δὲ οὐδέν, καὶ ἀρχὴν λαμβάνειν τοῦ βλέπειν εἰς αὐτά. Εἶτα ἑτέρωθεν αὐτὸ βάλλει πάλιν. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, εἰ πολὺ φάγεται. Ὅτι γὰρ οὐδὲν τὸ περισσόν ἐστιν, ὁμοῦ ἡδονὴ παραγίνεται καὶ ἐν τούτῳ καὶ ἐν ἐκείνῳ. Οὐ διὰ τοῦτο πάντα ποιοῦμεν, δι' ἡδονήν; Καὶ τῷ ἐμπλησθέντι τοῦ πλουτῆσαι οὐκ ἔστιν ὁ ἀφίων αὐτὸν τοῦ καθεύδειν.