1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

7

Ὁ δὲ ἀπολαύων πλειόνων οὐ δύναται καθεύδειν ἐν ἡδονῇ. Εἶτα λέγει ὅτι οὐδὲ εἰς αὐτοὺς παραπέμπεται ὁ πλοῦτος.

Ἔστιν ἀρρωστία ἣν εἶδον ὑπὸ τὸν ἥλιον, πλοῦτον φυλασσόμενον τῷ παρ' αὐτοῦ εἰς κακίαν αὐτοῦ, καὶ ἀπολεῖται ὁ πλοῦτος ἐκεῖνος ἐν περισπασμῷ πονηρῷ, καὶ ἐγέννησεν υἱὸν καὶ οὐκ ἔστιν ἐν χειρὶ αὐτοῦ οὐδέν. Καθῶς ἐξῆλθεν ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ γυμνός, ἀποστρέψει τοῦ πορευθῆναι ὡς ἥκει. Ὅταν γὰρ ἴσως ἀφικνεῖται ὥσπερ ἦλθεν γυμνός, τί τὸ κέρδος; Ὅσα ἐνομοθέτησεν ὁ θεός, οὐκ ἀφίησιν μετ' αὐτῶν ἀπελθεῖν. Πολλάκις καὶ ἐνταῦθα ὄντας κατέλειψεν· πολλάκις μὴ καταλειφθείς, πλείοσιν κακοῖς περιέβαλεν τοὺς λοιπούς. 6 Ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται, καὶ ψυχὴ αὐτοῦ <οὐκ> ἐμπλησθήσεται, καί γε ταφὴ οὐκ ἐγένετο αὐτῷ, εἶπα· ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα. Ἑλώμεθα τοῦτον ὑπὲρ τοῦτον τήμερον. Τὸ ἔκτρωμα, τί φησιν; Μᾶλλον ὑπὲρ ἐκεῖνον ἀναπαυέσθω οὗτος. Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Ὅρα πῶς λανθανόντως διαβάλλει τὴν τρυφήν. Ὅσα ἂν μοχθήσῃς οὐκ ἐκεῖ τελευτᾷ; Τίνος ἕνεκεν πολλὰ περιβάλλῃ; Τίνος ἕνεκεν φείδῃ; Τίνος ἕνεκεν οὐκ ἀναλίσκεις; Τίνος ἕνεκεν φοβῇ καὶ πλειόνων ἐφίεσαι; Οὐχ ἓν στόμα μέλλει δέχεσθαι τὸ πᾶν; Τί σοι πλέον κτᾷ φειδωλίας; Οὐκ εἰς αὐτὸν ἀπελεύσῃ τὸν τόπον τῷ τρυφήσαντι; Ὅτι περισσεία τῷ σοφῷ ὑπὲρ τὸν ἄφρονα; Ἄρα ἀπὸ συνέσεως τοῦτο.

∆ιότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς. Ὅταν γὰρ πένης μὲν τρυφᾷ, πλούσιος δὲ μηκέτι, οὐκ ἀπὸ σοφίας καὶ ἀνοίας τοῦτο; Ἀγαθὸν ὅραμα ὀφθαλμῶν ὑπὲρ περίσσευμα ψυχῇ. Βέλτιον εὐφραίνεσθαι, φησίν, τοῖς ὀφθαλμοῖς ἢ ἔχειν ἀποκείμενα ἐκεῖνα ἃ οὐ βλέπει ὀφθαλμός. Καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος. Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ. Τουτέστιν, γνωστὰ τοῖς ἀνθρώποις ἐστίν. Καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος· οὐδέν. Οὐ δυνήσεται κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν. Μετὰ τοῦ θεοῦ, φησίν· οὐ δυνήσεται τὸν λόγον αὐτὸν ἀπαιτῆσαι. Ὅτι εἰσὶ λόγοι πολλοὶ πληθύνοντες ματαιότητα. Ὅτι ἐν πολλοῖς λόγοις ἐλέγχεται, ἢ ὅτι καὶ αὐτὸς πολλὰ ποιεῖ μάταια. Οὐ δύναται ἐγκαλέσαι ὑπὲρ τῆς φύσεως, ὅτι φθαρτή· καὶ γὰρ ὁ βίος αὐτοῦ πολλῷ χείρων. Ὅτι τίς οἶδεν τί ἀγαθὸν [ἐν] τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ αὐτοῦ; Οὐδεὶς οἶδεν. Οὐκ ἆρα ἔγκλημα; Πάνυ· δι' αὐτὸ τοῦτο ὅτι οὐκ ἴσασιν τὸ συμφέρον, ἀλλ' ὥσπερ ἐν σκότῳ οἰκοῦσιν, ὥστε οὔτε κριθῆναι δύνανται πρὸς τὸν θεόν, οὐδέ τι ἀποκρίνασθαι ἴσασιν. Ταχέως αὐτὸ ἐρεῖ. Οἱ δὲ τὰ οἰκεῖα συμφέροντα ἀγνοοῦντες, πῶς δυνήσονται δικάζεσθαι τῷ θεῷ; Ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ· καὶ ἐποίησεν αὐτὰ ἐν σκιᾷ. Ἐποίησεν αὐτὰ ἀφανῆ· τοῦτο γάρ ἐστιν ὡς ἐν σκιᾷ. Ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον; Τὰ γὰρ πράγματα κατὰ πάντα τὸν βίον κρίνει ὁ θεός· πολλάκις τὸ τέλος τῶν πραγμάτων ἐν ἑτέρᾳ γενεᾷ ἔδωκεν, ὥστε τὸν μέλλοντα τὴν κρίσιν αὐτοῦ μανθάνειν ζῆν ἀεὶ χρόνον. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ μηδὲν ἕτερον, τὸ ὀλιγοχρόνιον ἡμᾶς ἀφαιρεῖται. Τί γάρ; Εἰ μέλλεις ἐγκαλεῖν τῷ θεῷ ὅτι σε ταχέως ἀνήρπασεν ἀπὸ τοῦ κόσμου, εἶτα μετὰ ταῦτα συνέβη δεινὰ εἶναι, οὐκ ἔχων εἰδέναι αὐτὰ τὰ μετὰ σέ, οὐδὲν ἔχεις λέγειν, ἀλλὰ ἁλίσκῃ.

7 Ἀγαθὸν ὄνομα ὑπὲρ ἔλεον ἀγαθόν. Τουτέστιν, βέλτιον ἀπολαύειν φήμης καλῆς καὶ σῴζεσθαι, ἢ ἀπὸ ἐλέου· ἐκεῖνος γὰρ ὑπεύθυνος. Πῶς οὖν λέγεις· τίς οἶδεν τὸ ὄντως ἀγαθόν; Οὐκ ἴσμεν. Τέως δὲ ἃ ἴσμεν, ταῦτά ἐστιν. Καὶ ἡμέρα τοῦ θανάτου ὑπὲρ ἡμέραν γενέσεως αὐτοῦ. Τὸ μὲν γὰρ ἀνάπαυσις, τὸ δὲ προοίμιον πόνων. Ἀγαθὸν πορευθῆναι εἰς οἶκον πένθους. Τουτέστιν εὔκολον· τὸ γὰρ ἀγαθὸν ἐνταῦθα τοῦτό φησιν, τὸ ῥᾴδιον. Ἢ πορευθῆναι εἰς οἶκον πότου, καθότι τοῦτο τέλος παντὸς ἀνθρώπου. † Καὶ εἶχεν ἀντιδοῦναι οὐδεὶς ὁ μὴ δυνάμενος ταύτην ἀποδοῦναι τὴν ἀμοιβήν, ἐκείνην δὲ χάριτι πάντως· † ἐκεῖθεν φθόνος καὶ βασκανία. Ἱκανὴν ἔχεις παραμυθίαν τὸ μηδένα διαφυγεῖν· ἐκεῖθεν εὐφροσύνην λήψονται.