1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In Ecclesiasten

ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ

Πολλοὶ μὲν τῶν ἐπιεικεστέρων διαποροῦσιν ἐπὶ τοῦ βιβλίου τούτου, οἱ δὲ προπετέστεροι καὶ καταγελῶσιν. Ἵν' οὖν ἀμφοτέρων τὰ πάθη λύσωμεν, φέρε, ἀπὸ τοῦ τέλους αὐτοῦ συστήσωμεν. Πέρας λόγου τὸ πᾶν ἄκουε· τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι δὴ τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν· ὅπερ λέγει ὁ Χριστός· ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ ποίημα καὶ θεόν φησιν. Τί δεῖ πολλῶν λόγων; Ταῦτα οὖν εἰδότες, κἂν μὴ εὑρίσκωμέν τινα τῶν ἐγκειμένων, μὴ καταγινώσκωμεν τῶν ῥημάτων· ἐκεῖνα γὰρ ἴσως ἔχει ἔννοιαν μεγάλην καὶ δυνατήν. Καὶ γὰρ ὑψηλὸν τὸ βιβλίον καὶ ἠθικώτατον καὶ μουσικώτατον καὶ περὶ τῶν κατὰ τὸν βίον πολλῆς γέμον φιλοσοφίας.

∆ιὸ παρακαλῶ προσέχειν. 1 Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ ∆αυίδ. Καλῶς ἑαυτὸν Ἐκκλησιαστὴν ἐνταῦθα καλεῖ· καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν. Οὐ γὰρ πρὸς Ἰουδαίους διαλέγεται, καθάπερ οἱ λοιποί, ἀλλὰ πρὸς πᾶσαν <τὴν> κτίσιν καὶ τὴν οἰκουμένην. Φέρε οὖν, ὅσα βούλεσθε τῶν φιλοσόφων τούτοις παραβάλωμεν, καὶ εὑρήσομεν ἐκεῖνα εὐχερῆ ὄντα τῶν ἔξωθεν. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ ∆αυίδ. Εἰκότως καὶ τὸν πατέρα φησὶν καὶ τὸν τόπον τῆς βασιλείας· Ἰσραὴλ ἐν Ἱερουσαλήμ· ἐπειδὴ γὰρ μετὰ τοῦτον οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἐν Ἱερουσαλὴμ ἦσαν, ἀλλ' ἐν Σαμαρείᾳ. ∆ιὰ τοῦτο καλέσας, οὐ περὶ μικρῶν ἡμῖν διαλέγεται, ἀλλὰ περὶ τῶν μεγάλων πραγμάτων. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, <ματαιότης ματαιοτήτων>, τὰ πάντα ματαιότης. Καλῶς τίθησιν ἑαυτὸν ἐν τῷ μεταξύ, καὶ οὐ λέγει· εἶπεν ὁ θεός, ἀλλ' εἶπεν ὁ Ἐκκλησιαστής. Οὐ γὰρ πίστεως ἐνταῦθα ἔχρῃζεν, ἵνα τοῦ θεοῦ τὸ ἀξιόπιστον παρενέγκῃ, ἀλλά τινος αὐτόθεν δήλου ὄντος καὶ ἀπὸ λογισμῶν καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας διδάσκοντος, ὡσανεὶ ἔλεγεν· ἔδει μὲν πάντας πάντα παρὰ τοῦ θεοῦ μανθάνειν· ἐπειδὴ δὲ οὐκ ἐβουλήθητε, ἀλλ' ἐπτόησθε, κἂν παρ' ἐμοῦ ἀκούσατε· διὰ τοῦτο οὖν συνέλθωμεν, ἵνα μάθωμεν ὅτι ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Καὶ πάνυ· οὐ γὰρ μικρὸν πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν τὸ ψεῦδος εἰδέναι καὶ τὴν ἀπάτην καὶ τὰ φαντάσματα. Ποῖα δὲ πάντα φησίν; καὶ τί ποτέ ἐστιν ματαιότης ματαιοτήτων; Πολλῷ γὰρ τῷ ἐπῳδῷ κέχρηται· ὥσπερ μάταιον τῇ γραφῇ καλεῖν ἔθος ἐστὶν τὸ μὴ κατά τινος πράγματος ὄν, εἰ νομίζεται μὲν εἶναι, οὐκ ἔστιν δέ. Τὰ εἴδωλα τῶν ἐθνῶν μάταια· οὐχ ὅτι εἴδωλα οὐκ ἔστιν- [οὐκ] ἔστιν γάρ-ἀλλ' ὅτι [μάταια] θεοὶ οὐκ εἰσίν. Ὅταν τὸ μὲν ὄνομα παρῇ, ἡ δὲ ὑπόθεσις καθεῖστο, ὄνομα μηκέτι, <ἀλλὰ> ψευδώνυμα· ὡς ἄν τις εἴποι φιλονεικῶν τὸν ἐν τῇ σκιᾷ ἄνθρωπον ἄνθρωπον εἶναι· οὐκ ἔστιν γάρ· οὐ γὰρ ἐπιδέχεται τὸν κατὰ τοῦ ἀνθρώπου λόγον· οὐκοῦν μάταιος ἐκεῖνος.

Τίνος οὖν ἕνεκεν ματαιότης ματαιοτήτων; Ἐπίτασιν τοῦ πράγματος λέγει· ὡς ὅταν εἴπωμεν δόξα δοξῶν, τὴν ὑπερβάλλουσαν λέγομεν δόξαν, ἢ βασιλεὺς βασιλέων τὸν ὑπερβάλλοντα βασιλέα, οὕτω ματαιότης ματαιοτήτων. Ἀπὸ δὲ τοῦ ἐναντίου, εἰ βούλει, τὸν λόγον πειρασώμεθα κινῆσαι· δεῖ γὰρ ὑμᾶς μαθεῖν ἀκριβῶς τὴν λέξιν ταύτην. Ἀλήθεια ἀληθείας λέγομεν μεγάλη. Φῶς ἢ φῶς φωτός· τὸ μὲν γὰρ ἐν σκότει φῶς οὐκ ἂν εἴη μέγα· ὅταν δὲ ἐν φωτὶ φανῇ, τότε καὶ λέγομεν φῶς μέγα, οἷον ὁ ἥλιος ὁ αἰσθητός, φῶς φωτός. Ὁ δὲ ἥλιος τῆς δικαιοσύνης οὐ φῶς φώτων, ἀλλὰ φῶς