1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

8

Ὁρᾷς ἐν τοῖς δεινοῖς σοι κοινωνοῦντας ἅπαντας· *** ἐντεῦθεν λύπην πολλάκις καὶ βλασφημίαν· μάλιστα γὰρ τὰ μὴ ὄντα καθολικὰ λυπεῖ καλὰ ὄντα, τὰ δεινὰ εὐφραίνει. Καὶ ὁ ζῶν δώσει ἀγαθὸν ἐν καρδίᾳ αὐτοῦ. ∆ώσει πρὸς καρδίαν αὐτοῦ παραμυθίαν, οὐ τῇ ψυχῇ, οὐχὶ *** τὸν ἀπελθόντα· τετίμηκα<ς> δὲ τοὺς προσήκοντας παρακαλέσας, ἀλλὰ σαυτῷ μᾶλλον τὴν παραμυθίαν ποριζόμενος. ∆ιπλᾶ τὰ ἀγαθά· ὅτε ἀπελθὼν ἀνεπαύσατο, ὅτε ἔτι μένων οὐκ ἤλγησεν ἐπὶ τοῖς δεινοῖς. Ὅτι ὡς φωνὴ τῶν ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων· καί γε τοῦτο ματαιότης. Ἄσημος, ἀηδής, ἀκερδής, ἀνωφελής. Μὴ εἴπῃς· τί ἐγένετο ὅτι αἱ ἡμέραι αἱ πρότεραι ἦσαν ἀγαθαὶ ὑπὲρ ταύτας; ὅτι οὐκ ἐν σοφίᾳ ἠρώτησας περὶ τούτου. Εἰ γὰρ ἐξετάσεις καὶ τούτων τὰ χρηστά, εἶδες ἂν πολὺ τὸ ἀντίρροπον· ἤ, εἰ μὴ τοῦτο· οὕτως ἔδει γενέσθαι. Εἰ δὲ τοῦτο οὐκ ἐν σοφίᾳ, πολλῷ μᾶλλον τὰ ἄλλα ἃ ἐξετάζουσιν. Ἀγαθὴ σοφία μετὰ κληρονομίας. Τουτέστιν ἐν περιουσίᾳ. Ὅτι ἐν σκιᾷ αὐτῆς ἡ σοφία ὡς σκιὰ ἀργυρίου. Τουτέστιν, οὐκ ἐντεῦθεν ἀναπαύσει μόνον, ἀλλὰ καὶ ἐν λαμπρότητι ἔσῃ πολλῇ. Ἴδε τὰ ποιήματα τοῦ θεοῦ· ὅτι τίς δυνήσεται κοσμῆσαι ὃν ἂν ὁ θεὸς διαστρέψῃ αὐτόν; Περὶ τιμωρίας φησίν. Τίς δυνήσεται σῶσαι ὃν ἂν ὁ θεὸς τιμωρήσηται; Ὅρα τὰ Σόδομα. Ποιήματα αὐτοῦ· οὐχὶ τὴν κτίσιν φησίν, ἀλλὰ τὰς οἰκονομίας. Ἐν ἡμέρᾳ ἀγαθωσύνης ζῆθι ἐν ἀγαθῷ, καὶ ἴδε ἐν ἡμέρᾳ κακίας· ἴδε, καί γε σὺν τούτῳ συμφώνως τοῦτο ἐποίησεν ὁ θεὸς περὶ λαλιᾶς. Τουτέστιν, νόησον τὰ ἐπερχόμενα, κατάσκεψαι ἀκριβῶς ὅτι σύμπαν τὸ ποιηθὲν σῴζει ὁ θεός· ἄν τε καλὸν ἄν τε κακόν, πρὸς ἓν ἀπαντᾷ τέλος. Περὶ λαλιᾶς, ἵνα μὴ εὑρεθῇ ὀπίσω ἀνθρώπου μηθέν. Οὕτω μέντοι σύμφωνον, ὡς μηδὲ εἰδέναι τὴν ὁμόνοιαν καὶ τὸ τέλος.

Ἔστιν δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ, καὶ ἔστιν ἀσεβὴς μένων ἐν κακίᾳ αὐτοῦ. Πάλιν ἄλλη ἀπορία καὶ ἄγνοια· τὸν μὲν οὐκ ὤνησεν ἡ δικαιοσύνη, τὸν δὲ οὐκ ἔφθειρεν ἡ κακία. Μὴ γίνου δίκαιος πολύ, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. Ὁρᾷς τί φησιν; Μὴ γίνου δίκαιος· τουτέστιν, μὴ ζήτει πᾶσαν τοῦ θεοῦ τὴν δικαιοσύνην, μηδὲ ζήτει ἀκριβῶς εὑρεῖν τὸ δίκαιον τοῦ θεοῦ· οὐ γὰρ δύνασαι. Ὅτι γὰρ τοῦτό φησιν, τὸ ἑξῆς δηλοῖ. ∆ίδου τῷ ἀκαταλήμπτῳ· μεγάλη εὕρεσις ἄγνοια, ἵνα μὴ ἐκστῇς σου· οὔτε γὰρ εὑρήσεις τι, καὶ τοῦτο πείσει. Ἀγαθὸν τὸ ἀντέχεσθαί σε ἐν τούτῳ, καὶ ἀπὸ τούτου μὴ μιάνῃς τὴν χεῖρά σου. Τούτῳ· ἡγοῦμαι ἀντέχεσθαί σε καλῶν, μὴ μιαίνεσθαι τοῖς πονηροῖς. Ἡ σοφία βοηθήσει τῷ σοφῷ ὑπὲρ δέκα ἐξουσιάζοντας τοὺς ὄντας ἐν τῇ πόλει. Οὐ γάρ ἐστιν ἄνθρωπος μὴ δεόμενος βοηθείας. Ὅτι ἄνθρωπος οὐκ ἔστιν δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται. Καίτοι κἂν θαυμαστός τις εἴη καὶ δίκαιος, εἰκότως ἁμαρτάνει· σοφίας δέ ἐστιν διορθοῦσθαι τὰ πλημμεληθέντα.

Καί γε εἰς πάντας τοὺς λόγους οὓς ἂν λαλήσουσιν ἀσεβεῖς, μὴ θῇς καρδίαν σου. Τουτέστιν, μὴ ἀκριβῶς ἐξέταζε τὰ περὶ σοῦ λεγόμενα, ἐπεὶ οὐδὲ ὁ δοῦλος ἐκφεύξεται. Ὅπως μὴ ἀκούσῃς τοῦ δούλου σου καταρωμένου σε. Ἂν γὰρ θέλῃς τὰ περὶ σοῦ λεγόμενα ἐξετάζειν, καὶ ὁ δοῦλος ἐμπεσεῖται. Ὅτι πολλάκις πονηρεύσεταί σε καὶ καθόδους πολλὰς κακώσει καρδίαν σου. Ἂν γὰρ τοῦτο ποιῇς, δώσεις τῇ καρδίᾳ σου κατὰ σαυτοῦ βουλάς· καὶ πρόχειρον σαυτὸν ποιήσεις τοῖς βουλομένοις ἀδικεῖν σε, ἂν ταῦτα πάντα ἀκριβῶς ἐξετάσῃς. Ὅτι καὶ σὺ κατηράσω· ἃ ἐξετάζεις. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ. Εἶπα· σοφισθήσομαι. Τουτέστιν, ἐξέτασον σαυτόν, καὶ ὑπεύθυνος εἶ καὶ σύ. Μὴ τοίνυν ἀγανάκτει, εἰ ταῦτα βούλεται ἃ καὶ σὺ ποιεῖς. Πάντα ταῦτα ἐπείρασα ἐν τῇ σοφίᾳ· τουτέστιν, ἔπαθον αὐτὰ ἀλλὰ κατεφρόνησα. Καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν ὑπὲρ ὃ ἦν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό; Ἐβουλήθην ἀκριβῶς ζῆν, ἀλλ' ἐμακρύνθη ὑπὲρ ἐμὲ ἡ σοφία, ὑπὲρ τὸ πρότερον ἐμακρύνθη ἀπ' ἐμοῦ. Τοιοῦτον γὰρ τί ἐστιν; Ὅταν φρονῶμεν, τότε μάλιστα ἴσμεν ὅσον αὐτῆς ἀπέχομεν, ὥσπερ ὁ βλέπων, οὗτος οἶδεν ὅσον αὐτοῦ ἀπέχει ὁ