1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

5

κατάλοιπα τοῦ Ἰσραήλ." Τοὺς μὴ δυνηθέντας, μηδὲ διὰ μάστιγος ἰαθῆναι. "Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν." Οὐκ ἀποστρεφόμενα τὰς ἀνωφελεῖς ἀκροάσεις. Σημείωσαι ποίαν περιτομὴν ζητεῖ ὁ Θεός. "Λέγοντες, Εἰρήνη, εἰρήνη." Οὐκ εἴων τῶν μαστίγων ἐπαισθάνεσθαι εἰρήνην αὐτοῖς ἐπαγγελλόμενοι. "Καὶ οὐδ' ὡς ... Καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν." Οἱ γὰρ μήτε λόγῳ, μήτε μάστιγι παιδευόμενοι, ἐναπομένουσι τῷ πτώματι. "∆ιὰ τοῦτο πεσοῦνται ... καὶ ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται." Κἂν ἀνακαλέσωμαι, φησὶν, αὐτοὺς, ἐκ τῶν αἰσθητῶν πολεμίων, καὶ ἐπισκέψωμαι αὐτοὺς, ἐπιμένοντας [ἄλλ. ἐπιμένοντες] ταῖς ἁμαρτίαις αἰωνίᾳ κολάσει παραδοθήσονται. "Στῆτε ἐπὶ ταῖς ὁδοῖς." Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε τῆς τε ζωῆς, καὶ τοῦ θανάτου· ὁδὸς δὲ καὶ ἑκάστου βίος καλεῖται. Τρίβοι Κυρίου τὰ αὐτοῦ παραγγέλματα. "Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος." Τοὺς τὸν προφητικὸν, ἢ καὶ τὸν εὐαγγελικὸν κηρύξαντας λόγον. Σάλπιγγος, τῆς διδασκαλίας. "Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βοῤῥᾶ." Τοῦ Βαβυλωνίου, ἢ καὶ τοῦ ἀντικειμένου. "Τόξον καὶ ζιβύνην κρατήσουσι." Τόξον τοῖς μακρὰν, ζιβύνην τοῖς ἐγγύς. Τοὺς μὲν γὰρ πλησιάζον 93.644 τας, ἔργοις, τοὺς δὲ μακρόθεν λόγοις βάλλουσιν. "Μὴ ἐκπορεύεσθε εἰς ἀγρόν." Πρὸς τῇ ἱστορίᾳ, ἀγρὸν νόει τὰ κοσμικὰ πράγματα. "Καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε." Ταῖς τῆς κακίας πολυοδίαις· μία γάρ ἐστιν ὁδὸς, αὐτὸς ὁ Κύριος. "Ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν." Ἡ θανατηφόρος ἁμαρτία, κύκλῳ γὰρ οἱ ἀσεβεῖς περιπατοῦσιν. "Χαλκὸς καὶ σίδηρος." Χαλκὸς καὶ σίδηρος ἀλλήλοις ἀμιγεῖς, ἀγάπην μὴ ἔχοντες. "Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός." Λόγος διδασκαλικὸς ἢ καὶ μάστιξ παιδευτική. "Ἐξέλιπε μόλιβδος." Τῷ ἀργυρίῳ μιγνύμενος ὁ μόλιβδος καθαίρει αὑτοῦ τὴν κακίαν· τοῦτο οὖν φησιν, ὅτι πᾶς τρόπος καθαρτικὸς ἐπηνέχθη αὐτοῖς, καὶ οὐκ ἐκαθάρθησαν. ΚΕΦ. Ζʹ. "Ἀκούσατε λόγον Κυρίου, πᾶσα Ἰουδαία." Μετὰ τὴν ἱστορίαν προσήκει νοεῖν, ὡς Ἰουδαία ἐστὶ πᾶσα ψυχὴ ἐγγίζουσα τῇ θεοσεβείᾳ. Ἰούδας γὰρ ἐξομολογούμενος ἑρμηνεύεται. "Καὶ θυμιᾶτε τῇ Βάαλ." Βάαλ ἐκάλουν πᾶν εἴδωλον. Βάαλ δὲ ἑρμηνεύετε τὰ ἀνώτερα κακά. Κεφαλὴ δὲ τῆς ἁμαρτίας ἡ εἰδωλολατρεία. "Μὴ σπήλαιον λῃστῶν, ὁ οἶκός μου;" Τὸ σπήλαιον ἀθύρωτον, καὶ παντὶ προκείμενον εἰς τὴν εἴσοδον. Μέμφεται οὖν αὐτοῖς, ὡς ἀδιαφόρως εἰσιοῦσιν εἰς τὰ ἅγια. "Πᾶν τὸ σπέρμα Ἐφραΐμ." Ἡ βασιλικὴ φυλὴ ἄρχουσα τῶν δώδεκα φυλῶν. "Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα." Κατὰ δύναμιν ἁμαρτάνουσιν. "Καίουσι πῦρ." Πῦρ ἡ ἁμαρτία πολλαχοῦ τῆς Γραφῆς ὠνόμασται. ∆ιὰ τοῦτο πυρὸς αἰωνίου αἰτία τοῖς ἁμαρτάνουσι γίνεται. "Τοῦ ποιῆσαι χαβῶνας." Ξένας τελετὰς ἐπιτελοῦσι. Χαβῶνας δέ φησι πέμματά τινα. "Καὶ φάγετε κρέα." Ὑμεῖς αὐτὰ, φησὶ, φάγετε· ἐγὼ γὰρ θυσιῶν οὐ χρῄζω. "Ἡμέρας καὶ ὄρθρου." Τὸ ἀδιάλειπτον τῆς προφητικὴς παραινέσεως σημαίνει. "Ἐξέλιπεν ἡ πίστις ἐκ στόματος αὐτῶν." Ἀπιστίαν αὐτῶν κατηγορεῖ, ἢ καὶ ψευδολογίαν. ΚΕΦ. Ηʹ. "Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνοίξουσι." Ἐποίησε τοῦτο Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς, κατακαύσας τῶν εἰδωλολατρησάντων τὰ λείψανα. "Καὶ κατεκρατήθησαν ἐν τῇ προαιρέσει αὐτῶν." Αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος. "Οὐκ ἔστιν ἄνθρωπος ὁ μετανοῶν." Μὴ λέγετε, φησὶν, Οὐκ ἔστιν μετάνοια, ἔστι γάρ. "Ὡς ἵππος κάθιδρος ἐν χρεμετισμῷ αὐτοῦ." Ἵππος ἐν μακρόδῳ [ἄλλ. μακροδίᾳ] τρέχει, καὶ χρεμετίζει, σημαίνων τὸν κόπον· καὶ ἵππος μὲν διαλιμπάνει τρέχων, οὗτοι δὲ ἀμετάστρεπτον [ἄλλ. ἀμεταστρεπτὶ] τὴν κακίαν ἐργάζονται 93.645 "Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς." Ἀκύλας μὲν τὸν ἐρωδιὸν ἐκδέδωκεν· ἰνδικὸν δέ ἐστιν γένος ὀρνέου ἡ ἀσίδα. Τρυγὼν καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιρούς. "Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν." Ἡ σχοῖνος, φησὶ, τοῦτ' ἔστιν ὁ κλῆρος τῶν γραμματέων, ὃν ἔλαχον ἐπὶ τὸ διδάσκειν, μάταιος γέγονε, διὰ τὸ ἰδικήν τινα σοφίαν ἐπιτηδεύειν, καὶ παρεξηγεῖσθαι τὰ θεῖα νόμιμα. Τοῦτο γὰρ δειλοῖ τό· Σοφία τίς ἐν αὐτοῖς; "Σοφία τίς ἐστὶν ἐν αὐτοῖς;" Οὐδεμία γὰρ ἐν τοῖς τοιούτοις σοφία. Κακίας δὲ μόνον περιουσία τελευτῶσα [ἄλλ. πρὸς] εἰς ἄνοιαν. "Οὐκ ἔστι