6
θεόν. οὗ τὴν ὡς κυρίου καὶ θεοῦ ἔννοιάν τε καὶ 7.8.4 προσηγορίαν πρῶτος ὁ δηλούμενος θεοφιλὴς ἐν νῷ βαλόμενος, ἀντὶ πάσης ὑπάρξεως καὶ προσηγορίας καὶ περιουσίας, μᾶλλον δὲ ἀντὶ παντὸς ἀγαθοῦ «ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ,» τοῦτον ἑαυτῷ θη7.8.5 σαυρὸν ἀγαθῶν ψυχῆς τε ὁμοῦ καὶ σώματος πεπορισμένος. παρ' ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ' Ἑβραίοις ἀναγέγραπται. κέκληται δ' οὖν Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς ἄνθρωπος, εὐθυβόλῳ προσωνυμίᾳ. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἢ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ 7.8.6 καὶ εὐσεβῆ· ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων δὲ κατ' οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἢ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφή, κυριο7.8.7 λεκτεῖν εἰθισμένη τὰς προσηγορίας. παρ' ὃ τοὺς τοιούσδε τοτὲ μὲν λύκους καὶ κύνας, τοτὲ δὲ σύας φορυτῷ χρωμένους καὶ χαίροντας, καὶ πάλιν ἑρπετὰ καὶ ὄφεις, τοῖς τῆς κακίας πολυτρόποις ἐμφερῶς εἴδεσι, προσαγορεύειν 7.8.8 εἴωθεν. εἰ δὲ καί ποτε τὸν κοινὸν καὶ πολὺν ἄνθρωπον καὶ τὸ γένος αὐτὸ χρεὼν διασημῆναι, πάλιν οἰκείᾳ καὶ προσφυεῖ χρωμένη προσηγορίᾳ τὸν πάντα ἄνθρωπον τῇ τοῦ Ἀδὰμ ἐπωνυμίᾳ σημαίνει, ὅτι δὴ τοῦτο τῷ προγόνῳ καὶ πάντων ἀνθρώπων προπάτορι κύριον εἶναι καὶ προσφυὲς ὄνομα, τὸν γη7.8.9 γενῆ δηλοῦν κατὰ τὴν εἰς Ἑλλάδα φωνὴν μετάληψιν, ὑποφαίνει. ὅ γέ τοι Ἐνὼς πρῶτος θεοφιλῶν παρ' Ἑβραίοις ἱστόρηται, ἐπεὶ πρῶτος «ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ,» τὸ κατὰ ψυχὴν παριστὰς λογικὸν ὄντως καὶ γνωστικὸν καὶ τῆς περὶ τὸ θεῖον εὐσεβείας ἐπιστημονικόν· ὧν τὸ μὲν πρῶτον θεογνωσίας ἀληθοῦς, τὸ δὲ δεύτερον τῆς εἰς τὸν ἐπιγνω7.8.10 σθέντα θεὸν ἐλπίδος γένοιτ' ἂν ἀποδεικτικόν. τὸ γὰρ μὴ παραμελεῖν μηδ' ἐν δευτέρῳ τίθεσθαι τὰ τῆς θείας ἐπιγνώσεως, ἀεὶ δὲ καὶ διὰ παντὸς ἐλπίζειν «ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ,» τὸ μὲν ὡς οἰκετῶν δεσπότου, τὸ δ' ὡς ἵλεω καὶ ἀγαθοῦ πατρός, τοῦτ' ἂν εἴη τὸ πάντων τρισμακάριον τέλος. 7.8.11 τοιόσδε μὲν οὖν ὁ παρ' Ἑβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος, οὐχ ὁ γηγενὴς ἐπίκλην Ἀδὰμ δι' ἐντολῆς θεοῦ παράβασιν τῆς τῶν κρειττόνων ἀποπεσὼν λήξεως, ἀλλ' ὁ θεοφιλῶν πρώτιστος, ὃς «ἤλπισεν ἐπικαλεῖσθαι τὸ 7.8.12 ὄνομα κυρίου τοῦ θεοῦ.» κρίναντες δὴ καὶ αὐτοὶ λογισμῷ σώφρονι τὸν τοιόνδε ζηλοῦν ἠγαπήσαμεν, καὶ ἀπεδεξάμεθα ὡς λυσιτελῆ καὶ ὠφελιμωτάτην ἡμῖν τὴν τοῦ λόγου διήγησιν, εὐχὴν θέμενοι κατ' ἴσα τῇ τοῦ δηλωθέντος εἰκόνι τὸ ὄνομα τοῦ τῶν ἁπάντων δημιουργοῦ τε καὶ δεσπότου μετὰ βεβαίας καὶ ἀγαθῆς 7.8.13 ἐλπίδος ἐπικαλεῖσθαι. ἀλλὰ γὰρ μετὰ τὸν εἰρημένον ἄλλος «εὐηρέστησε τῷ κυρίῳ καὶ οὐχ ηὑρίσκετο», ὥς φησι Μωσῆς, «διότι μετέθηκεν αὐτὸν ὁ θεὸς» δι' ἄκραν ἀρετῆς τελείωσιν. δυσεύρετος γὰρ ὅ γε σοφὸς ἀληθῶς. 7.8.14 οὗτος δ' ἂν εἴη ὁ ἐν θεῷ τέλειος, ὁ τῆς τῶν πολλῶν διατριβῆς μετατεθειμένος. ὁ γὰρ μὴ τοιοῦτος ἀγορὰς καὶ δικαστήρια καπηλείας τε καὶ ἐμπορίας καὶ τὸν πολὺν ὄχλον μεταδιώκων, ὠθούμενός τε καὶ ὠθῶν, μέσος ἐν αὐτῷ κακίας βυθῷ καταπίνεται· ὁ δ' ὑπὸ θεοῦ ληφθεὶς καὶ τῶν τῇδε ἐκεῖσε μετατεθειμένος ἀφανὴς μὲν καὶ ἀνεύρετος ἀνθρώποις, θεῷ δὲ φίλος γεγονὼς ὑπὸ θεοῦ 7.8.15 εὕρηται. τοῦτον Ἐνὼχ Ἑβραίοις ὀνομάζειν φίλον· χάριν δὲ θεοῦ σημαίνοι ἂν τοὔνομα. καὶ ταύτης τοιγαροῦν ὡς ἀγαθῆς εἰκόνος τὸν βίον ζη7.8.16 λοῦν μακάριον εἶναι ἡγησάμεθα. τρίτος μετὰ τούτους πάλιν ἄλλος «ἄνθρωπος δίκαιος» πεφηνὼς ὁ Νῶε «ἐν τῇ γενεᾷ αὐτοῦ» μεμαρτύρηται. τεκμήρια δὲ καὶ τῆς τούτου δικαιοσύνης εἴη ἂν τάδε· πολὺς αὐχμὸς καὶ γνόφος ἀλέκτου κακίας τὸ πάντων ἀνθρώπων κατειλήφει γένος οἵ τε πάντων ἀνὰ στόμα θρυλούμενοι γίγαντες τὰς εἰς δεῦρο βοωμένας θεομαχίας ἀθέοις καὶ δυσσεβέσιν ἐγχειρήμασιν ἀπειργάζοντο· ἤδη δὲ καὶ οἱ τῆς τούτων γενέσεως