παναφήλικα, μὴ ὅτι γε βασιλείας μεγίστης κρατεῖν οὐκ ἔχοντα δι' ἑαυτοῦ, ἀλλ' οὐδὲ κατὰ παῖδας διατεθεῖσθαι στερεῶς, ἀμέλει καὶ ἐπέτρεψε φθάσας κηδεμόνι τὸν υἱὸν τῇ μητρί, ἐρώτων οὔσῃ ὡραίᾳ, εἰ καὶ κρύπτεσθαι αὐτοὺς ἐπηγγείλατο ἐκείνη, τὸν τοῦ κάλλους ἥλιον πνευματικῶς νεφώσασα κατὰ περιβολὴν μέλαιναν. Οἱ δὴ ἔρωτες ἐκεῖνοι πυρσεύσαντες, ὡς ἂν εἰδεῖεν αὐτοί, ἀνῆψαν κακὸν κοσμικόν. Καὶ ἦσαν μὲν καὶ ἄλλοι τοῦ ἐπιτροπεύειν, ἐν οἷς καὶ ὁ λαχὼν πατριαρχεῖν, ὁ καὶ τὰς ἀρετὰς καὶ τὸν λόγον περιττὸς Θεοδόσιος, ὃν ἡ τῶν Ἀντιοχέων τῇ Μεγαλοπόλει ἐχορήγησεν ἀγαθὸν πολυτίμητον, ἀλλ' ἡ γυνὴ προεῖχεν, οἷα καὶ γυνὴ καὶ μήτηρ, καὶ ἦν τοῦ λοιποῦ σκοπὸς αὐτὴ διὰ τὸ προφαίνεσθαι, καί τινες ἔρωτος νόμῳ ἐτοξάζοντο κατ' αὐτῆς λανθάνοντες, εἴ πως μεσιτεύσει τὰ τῆς βολῆς, ὡς ἐῴκει, πρὸς βασιλείας ἐπιτυχίαν. Ὑπερηκόντιζε δὲ τοὺς λοιποὺς Ἀλέξιος ὁ Κομνηνός, ἀδελφιδοῦς μὲν ὢν τῷ αὐτοκράτορι Μανουήλ, τὴν τοῦ πρωτοσεβαστοῦ δὲ ζώ 20 νην φέρων, καὶ προσείχετο τῇ δεσποίνῃ, τῇ τοῦ βασιλέως μητρί, πλέον τῶν ἄλλων. Ὑφέρπει οὖν ζῆλος ἐντεῦθεν καί, ὅ φασιν, ὀστρακίνδα κατὰ τοῦ ἀνδρὸς ὑποβλεψάμενος, οὐκ ἀνίει ἑλίττων στροφὰς ποικίλας, εἴ πως ἐκείνῳ μεθοδεύσει μετάστασιν. Καί πως οὕτω δόξαν τοῖς τηνικαῦτα προφέρουσι τῶν εὖ γεγονότων, συνθεσίας κατ' αὐτοῦ πέπλος ῥάπτεται, περιδύσων αὐτὸν καὶ συνέξων οὐ πρὸς ἡδονήν. Ὕφαναν δὲ τὸ τοιοῦτον πέπλωμα οὐκ ὀλίγοι τε ἕτεροι καὶ οἱ δύο παῖδες Ἀνδρονίκου, τοῦ ἐκ Κομνηνῶν, ὃς αὐτανέψιος μὲν ἦν τῷ βασιλεῖ Μανουήλ, καὶ ὡς ἂν ἡ πεδινὰ λαλοῦσα εἴποι γλῶσσα πρῶτος ἐξάδελφος, εἰς βασίλειον δὲ θρόνον ἑαυτὸν ἐκάθισεν ὕστερον οὐ πάνυ εὐτυχῶς οὔτ' αὐτῷ οὔτε τοῖς περὶ αὐτόν. Ὀνόματα δὲ τοῖν παίδοιν ἤστην, τῷ πρώτῳ μὲν κατὰ γέννησιν Μανουήλ, Ἰωάννης δὲ τῷ μετ' αὐτόν, ὃν καὶ αὐτὸν ἐγνώρισεν ἡ βασιλεία, καθὰ καὶ τὸν πατέρα μετ' οὐ πολύ. Καὶ οὗτοι μὲν δύο τότε συνωμοσάσθην, ἐν δὲ τοῖς καὶ Ἀλέξιος ἦν, πρωτοστράτωρ μὲν τὴν ἀξίαν, ἀνεψιαδοῦς δὲ γνήσιος καὶ ὑπερλίαν φιλητὸς τῷ βασιλεῖ Μανουήλ, πρὸς δὲ καὶ Ἰωάννης ∆ούκας, ὁ ἔπαρχος, ὃν καὶ ἐξ αὐτῆς θέας τεκμήραιτ' ἄν τις καλλιστεύειν ἐν ἀγαθοῖς (μεγάλη δ' ἐν τούτοις μοῖρα ζήλου), καὶ οἱ Καίσαρες, ἡ πορφυρογέννητος Μαρία, ἣν ὑπὸ τῷ βασιλεῖ Μανουὴλ ἡ ἐξ Ἀλαμανῶν Εἰρήνη, τὸ ἅγιον ἐκείνη γέννημα, ἐγείνατο, καὶ ὁ συζυγῶν αὐτῇ Ἰωάννης ὁ μαρκέσιος, νεανίας μὲν τὴν ἡλικίαν, τέλειος δὲ τὴν ἀνδρείαν. Ὁποῖα δὲ ἐν τοιούτοις ὡς τὰ πολλὰ ξυμπίπτει, ἔνθα ὁ λόχος οὐκ ἔχει κρύπτεσθαι εἰς τέλος, ἀλλ' ἐκφαίνεται, φωρῶνται πάντες οἱ τοιοῦτοι, ἑνός τινος τῶν λοχιτῶν καταμηνύσαντος, καὶ συγκροτεῖται δίκη. Καὶ προκάθηται μὲν ἡ ἐπίτροπος μήτηρ, κυρία πάντων ἤδη προβεβλημένη ψήφῳ κοινῇ, ὡς μὴ ὤφελεν, ὑποκάθηται δὲ ὁ υἱὸς καὶ βασιλεὺς Ἀλέξιος. Καὶ κατηγοροῦνται οἱ τὸν Πρωτοσεβαστὸν οὐ φαύλως μισοῦντες, καὶ μετὰ πολλὰ τὰ διὰ μέσων κατακρίνονται, βραβεύοντος εἰς τὸ πᾶν τῇ τοιαύτῃ εὐθυδικίᾳ τοῦ βαθυτάτου Θεοδώρου τοῦ Παντεχνῆ, τοῦ δικαιοδότου καὶ ἐπὶ τῶν οἰκειακῶν, καθ' οὗ θελήσας ἐνστῆναι ὁ μέγας ἐν πατριάρχαις ἔσχασε πᾶσαν ἐν κενοῖς μηχανήν. Ἦν γὰρ ὁ Παντεχνὴς ἀληθῶς παντεχνής. Καθείργνυνται οὖν ἐν τῷ μεγάλῳ παλατίῳ καὶ οἱ ἀδελφοί, ὁ Μα 22 νουὴλ καὶ ὁ Ἰωάννης, πρὸς δὲ καὶ ὁ πρωτοστράτωρ Ἀλέξιος, ἔτι δὲ καὶ ὁ ἔπαρχος· τῶν δὲ λοιπῶν οἱ μὲν ἀφείθησαν, ἀληθῶς μὲν εἰς ἕωλον δεῖπνον τοῖς βουλομένοις αὐτῶν θοινήσασθαι, φαινομένως δὲ κατὰ φιλίαν καὶ τὸ εἶναι ἀνύποπτοι, οἱ δέ τινες ἀπώλοντο ποικίλως καὶ ὡς οὐκ ἄν τις ἴδοιτο· πολλοὶ δὲ καὶ ὑπερορίᾳ ἑκόντες ἐδικαίωσαν ἑαυτούς, ὧν ἦν καὶ ὁ καλὸς Λαπαρδᾶς, ὁ πάνσοφος τὰ στρατηγικά, ὃν ἱέρακα διὰ τὸ τῆς φρονήσεως καὶ τὸ κατὰ πρᾶξιν ὀξυπετὲς ὁ τῶν Τούρκων σουλτὰν ὀνομάζειν ἐπέκρινεν, ὁ τότε μὲν εὐτυχῶς περισωθείς, μετὰ δέ γε ἀθλίως ταῖς τοῦ βασιλέως Ἀνδρονίκου καὶ αὐτὸς πάγαις περιτετυχηκὼς καὶ ἐξολωλώς. Ἦν δὴ ταῦτα τότε. Καὶ τέως μὲν περὶ μίαν ἡμέραν οἱ τέσσαρες ἠτιμωμένοι ἑάλωσαν δῆθεν ξυνωμοσίας, ὁ Μανουὴλ καὶ Ἰωάννης οἱ ἀδελφοί, ὁ