6
θεραπείας ἀγνοεῖ πάντως ὁ μὴ πρὸς τὸ εὐαγγελικὸν βλέπων μυστήριον. κακοῦ τοίνυν ἀποδειχθέντος τοῦ ἀλλοτριωθῆναι θεοῦ, ὅστις ἐστὶν ἡ ζωή, ἡ θεραπεία τοῦ τοιούτου ἀρρωστήματος ἦν τὸ πάλιν οἰκειωθῆναι θεῷ καὶ ἐν τῇ ζωῇ γενέσθαι. ταύτης οὖν τῆς ζωῆς κατ' ἐλπίδα προκειμένης τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἔστιν εἰπεῖν κυρίως ἀντίδοσιν τῶν εὖ βεβιωκότων γενέσθαι τὴν τῆς ζωῆς μετουσίαν καὶ τιμωρίαν τὸ ἔμπαλιν· ἀλλ' ὅμοιόν ἐστι τῷ κατὰ τοὺς ὀφθαλμοὺς ὑποδείγματι τὸ λεγόμενον· οὐδὲ γὰρ τῷ κεκαθαρμένῳ τὰς ὄψεις ἔπαθλόν τί φαμεν εἶναι καὶ πρεσβεῖον τὴν τῶν ὁρατῶν κατανόησιν ἢ τῷ νοσοῦντι τὸ ἔμπαλιν καταδίκην τινὰ καὶ τιμωρητικὴν ἀπόφασιν τὸ μὴ μετέχειν τῆς ὁρατικῆς ἐνεργείας. ἀλλ' ὡς ἀναγκαίως ἕπεται τῷ κατὰ φύσιν διακειμένῳ τὸ βλέπειν τῷ τε ἀπὸ πάθους παρενεχθέντι τῆς φύσεως τὸ μὴ ἐνεργὸν ἔχειν τὴν ὅρασιν, τὸν αὐτὸν τρόπον καὶ ἡ μακαρία ζωὴ συμφυής ἐστι καὶ οἰκεία τοῖς κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητήρια, ἐφ' ὧν δὲ καθάπερ τις λήμη τὸ κατὰ τὴν ἄγνοιαν πάθος ἐμπόδιον πρὸς τὴν μετουσίαν τοῦ ἀληθινοῦ φωτὸς γίνεται, ἀναγκαίως ἕπεται τὸ μὴ μετέχειν ἐκείνου, οὖ τὴν μετουσίαν ζωὴν εἶναί φαμεν τοῦ μετέχοντος.
Τούτων τοίνυν οὕτως ἡμῖν διῃρημένων καιρὸς ἂν εἴη διεξετάσαι τῷ λόγῳ τὸ προτεθὲν ἡμῖν πρόβλημα. τοιοῦτον δέ τι τὸ λεγόμενον ἦν· εἰ κατὰ τὸ δίκαιον γίνεται τῶν ἀγαθῶν ἡ ἀντίδοσις, ἐν τίσιν ἔσται ὁ ἐν νηπίῳ τελευτήσας τὸν βίον μήτε 82 ἀγαθόν τι μήτε κακὸν ἐν τῇ ζωῇ ταύτῃ καταβαλόμενος, ὥστε διὰ τούτων γενέσθαι αὐτῷ τὴν κατ' ἀξίαν ἀντίδοσιν; ᾧ πρὸς τὴν ἀκολουθίαν τῶν ἐξητασμένων ὁρῶντες ἀποκρινούμεθα, ὅτι τὸ προσδοκώμενον ἀγαθὸν οἰκεῖον μέν ἐστι κατὰ φύσιν τῷ ἀνθρωπίνῳ γένει, λέγεται δὲ κατά τινα διάνοιαν τὸ αὐτὸ καὶ ἀντίδοσις. τῷ δὲ αὐτῷ ὑποδείγματι πάλιν τὸ νόημα τοῦτο σαφηνισθήσεται· δύο γάρ τινες ὑποκείσθωσαν τῷ λόγῳ ἀρ ρωστήματί τινι κατὰ τὰς ὄψεις συνενεχθέντες. τούτων δὲ ὁ μὲν σπουδαιότερον ἑαυτὸν ἐπιδιδότω τῇ θεραπείᾳ, πάντα ὑπομένων τὰ παρὰ τῆς ἰατρικῆς προσαγόμενα, κἂν ἐπίπονα ᾗ· ὁ δὲ πρὸς λουτρά τε καὶ οἰνοφλυγίας ἀκρατέστερον διακείσθω, μηδεμίαν τοῦ ἰατρεύοντος συμβουλὴν πρὸς τὴν τῶν ὀφθαλμῶν ὑγίειαν παραδεξάμενος. φαμὲν τοίνυν πρὸς τὸ πέρας ἑκατέρου βλέποντες ἀξίως ἀντιλαβεῖν ἑκάτερον τῆς προαιρέσεως αὐτοῦ τοὺς καρπούς, τὸν μὲν τὴν στέρησιν τοῦ φωτός, τὸν δὲ τὴν ἀπόλαυσιν. τὸ γὰρ ἀναγκαίως ἑπόμενον ἀντίδοσιν ἐκ καταχρήσεως ὀνομάζομεν. ταῦτα καὶ ἐπὶ τῶν κατὰ τὸ νήπιον ζητουμένων ἔστιν εἰπεῖν, ὅτι ἡ τῆς ζωῆς ἐκείνης ἀπόλαυσις οἰκεία μέν ἐστι τῇ ἀνθρωπίνῃ φύσει, τῆς δὲ κατὰ τὴν ἄγνοιαν νόσου πάντων σχεδὸν τῶν ἐν τῇ σαρκὶ ζώντων ἐπικρατούσης, ὁ μὲν ταῖς καθηκούσαις θεραπείαις ἑαυτὸν ἐκκαθάρας καὶ οἶόν τινα λήμην τοῦ διορατικοῦ τῆς ψυχῆς ἀποκλύσας τὴν ἄγνοιαν ἄξιον τῆς σπουδῆς ἔχει τὸ κέρδος ἐν τῇ ζωῇ τῇ κατὰ φύσιν γενόμενος, ὁ δὲ τὰ διὰ τῆς ἀρετῆς φεύγων καθάρσια καὶ δυσίατον ἑαυτῷ διὰ τῶν ἀπατηλῶν ἡδονῶν κατασκευάζων τῆς ἀγνοίας τὴν νόσον, παρὰ φύσιν διατεθεὶς ἠλλοτρίωται τοῦ κατὰ φύσιν καὶ ἀμέτοχος γίνεται τῆς οἰκείας ἡμῖν καὶ καταλλήλου ζωῆς· τὸ δὲ ἀπειρόκακον νήπιον, μηδεμιᾶς νόσου 83 τῶν τῆς ψυχῆς ὀμμάτων πρὸς τὴν τοῦ φωτὸς μετουσίαν ἐπιπροσθούσης, ἐν τῷ κατὰ φύσιν γίνεται μὴ δεόμενον τῆς ἐκ τοῦ καθαρθῆναι ὑγιείας, ὅτι μηδὲ τὴν ἀρχὴν τὴν νόσον τῇ ψυχῇ παρεδέξατο. καί μοι δοκεῖ διό· τινος ἀναλογίας οἰκείως ἔχειν ὁ παρὼν τοῦ βίου τρόπος τῇ προσδοκωμένῃ ζωῇ. καθάπερ γὰρ θηλῇ καὶ γάλακτι ἡ πρώτη τῶν νηπίων ἡλικία τιθηνουμένη ἐκτρέφεται, εἶτα διαδέχεται ταύτην κατάλληλος ἑτέρα τῷ ὑποκειμένῳ τροφή, οἰκείως τε καὶ ἐπιτηδείως πρὸς τὸ τρεφόμενον ἔχουσα, ἕως ἂν ἐπὶ τὸ τέλειον φθάσῃ· οὕτως οἶμαι καὶ τὴν ψυχὴν διὰ τῶν ἀεὶ καταλλήλων αὐτῇ τάξει τινὶ καὶ ἀκολουθίᾳ μετέχειν τῆς κατὰ φύσιν ζωῆς, ὡς χωρεῖ καὶ δύναται τῶν ἐν τῇ μακαριότητι προκειμένων μεταλαμβάνουσα, καθὼς καὶ παρὰ τοῦ Παύλου τὸ τοιοῦτον ἐμάθομεν, ἄλλως τρέφοντος τὸν ἤδη διὰ τῆς ἀρετῆς αὐξηθέν τα καὶ ἑτέρως