1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

κακίας ἐκ βάθους ποθὲν ἀνακύψας καὶ τὸν τῆς εὐσεβείας λογισμὸν διαφθείρας δουλώσῃ τὴν ψυχήν, πληρώσας τῶν διελκόντων αὐτὴν λάθρα παθῶν. ∆εῖ οὖν φρουρεῖν ἀσφαλῶς ἐπιστρεφόμενον πυκνὰ πρὸς τὴν ψυχὴν ὥσπερ τὸν στρατηγὸν ἐπιβοῶντα καὶ ἐπικελευό μενον· ἄνθρωπε, Πάσῃ φυλακῇ τήρει τὴν σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· ψυχῆς δὲ φρουρὰ λογισμὸς εὐσεβὴς φόβῳ θεοῦ καὶ χάριτι πνεύματος καὶ ἀρετῆς ἔργοις ὠχυρωμένος· ὁ γὰρ τούτοις τὴν ἑαυτοῦ ψυχὴν καθοπλίσας ῥᾳδίως τρέπεται τοῦ τυράννου τὰς προσβολάς, δόλον λέγω καὶ ἐπιθυμίαν καὶ τῦφον ὀργήν τε καὶ φθόνον καὶ ὅσα πονηρὰ τῆς κακίας ἔνδον ἔστι κινήματα. χρὴ δὲ τὸν τῆς ἀρετῆς γεωργὸν ἁπλοῦν τινα εἶναι καὶ βέβαιον, μόνους εἰδότα γεωργεῖν τοὺς τῆς εὐσεβείας καρπούς, καὶ μήτε τὸν βίον ἐκτρέπειν ποτὲ πρὸς τὰς τῆς κακίας ὁδοὺς μήτε 8,1.56 τὸν λογισμὸν τῆς εὐσεβείας ἀφέλκειν τῆς πίστεως, ἀλλ' εἶναι μονότροπόν τινα καὶ εὐθῆ καὶ ἄπειρον τῶν ἔξω τῆς ἰδίας ὁδοῦ κειμένων παθῶν· οὐδὲ γὰρ δυνατὸν τὴν τῷ μόνῳ ἀνδρὶ συζῶσαν καὶ τὴν τοῦ γάμου καταπορνεύουσαν τὸν αὐτὸν προσδοκᾶν τοῦ βίου μισθόν.

Οὐ ζεύξεις, φησὶν ὁ μακάριος Μωυσῆς, ἐν τῇ ἅλῳ σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτὸ οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζεύξας ἀλοήσεις τὸν ἀμητόν σου· οὐδὲ συνυφανεῖς ἐρεῷ ἱματίῳ λῖνον οὐδὲ πάλιν λινῷ ἐρέαν· οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ· οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις. Τί ταῦτα τῷ ἁγίῳ βούλεται τὰ αἰνίγματα; τὸ μὴ δεῖν ἐν τῇ αὐτῇ ψυχῇ κακίαν καὶ ἀρετὴν συμφυτεύειν ἀλλήλαις μηδὲ μερίζοντα τὸν βίον τοῖς ἐναντίοις ἀκάνθας τε ὁμοῦ καὶ σῖτον ἐκ τῆς αὐτῆς ψυχῆς γεωργεῖν μηδὲ τὴν τοῦ Χριστοῦ νύμφην τοῖς ἐχθροῖς τοῦ Χριστοῦ μοιχᾶσθαι καὶ τὸ μὲν κύειν φῶς, τὸ δὲ ζόφον τίκτειν· οὐ γὰρ πέφυκε ταῦτα συμβαίνειν ἀλλήλοις ὥσπερ οὐδὲ τὰ τῆς ἀρετῆς μέρη 8,1.57 τοῖς μέρεσι τῆς κακίας. ποία γὰρ φιλία σωφροσύνης πρὸς ἀκρασίαν; ποία δὲ πρὸς ἀδικίαν δικαιοσύνης ὁμόνοια; τίς δὲ φωτὶ κοινωνία πρὸς σκότος; οὐχὶ ἀεὶ τὸ ἕτερον ὑπεξίσταται τῷ ἑτέρῳ καὶ μένειν οὐκ ἐθέλει πρὸς τὸ μαχόμενον; δεῖ οὖν τὸν σοφὸν γεωργὸν καθάπερ ἐκ πηγῆς ποτίμου καὶ ἀγαθῆς καθαρὰ πέμπειν τοῦ βίου τὰ νάματα καὶ παντὸς ἀμιγῆ βορβόρου, μόνα τὰ τοῦ θεοῦ γεώργια εἰδότα καὶ τούτοις πονοῦντα διὰ βίου καὶ παραμέ νοντα, ὅπως κἂν ὑποφύηταί τις ξένος ἐν τῷ κρυπτῷ τῶν τῆς ἀρετῆς καρπῶν λογισμός, τοὺς σοὺς ἰδὼν πόνους ὁ πάντα ὁρῶν ταχέως τῇ ἑαυτοῦ δυνάμει τὴν δολερὰν ἐκείνην καὶ ὕπουλον ῥίζαν τῶν λογισμῶν πρὸ τῆς βλάστης ἐκτέμῃ. τῷ γὰρ τοῖς τῆς ἀρετῆς προσκαρτεροῦντι πόνοις ἀκολουθεῖ ταχέως ἡ τοῦ πνεύματος χάρις τὰ τῆς κακίας διαφθείρουσα σπέρματα, καὶ οὐκ ἔστιν ἁμαρτεῖν τῆς ἐλπίδος οὐδὲ ἀνεκ δίκητον παροφθῆναι τὸν ἀεὶ παρεδρεύοντα τῷ θεῷ. Εἶδες τὴν ἐν τῷ εὐαγγελίῳ χήραν, ἣ προσῆγε μὲν οὐ φιλανθρώπῳ κριτῇ τὸ τῆς ἀδικίας μέγεθος, ἡ δὲ πολλὴ περὶ τὴν δέησιν σχολὴ καὶ καρτερία νικήσασα τοῦ δικαστοῦ τὸν τρόπον ἐκκαλεῖ πρὸς τὴν τοῦ ἀδικήσαντος τιμωρίαν. μὴ τοίνυν μηδὲ σὺ προσευχόμενος ἀπείπῃς· εἰ γὰρ τὸ ἐκείνης περὶ τὴν δέησιν ἀναιδὲς ἄρχοντος ἀνηλεοῦς ἔκλινε γνώμην, πῶς ἡμᾶς χρὴ τῆς περὶ τὸν θεὸν ἀπογνῶναι σπουδῆς, οὗ τὸ ἔλεος φθάνειν οἶδε πολλάκις τοὺς αἰτοῦντας; 8,1.58 ἀλλὰ καὶ αὐτὸς ὁ κύριος ἀποδεχόμενος τὴν περὶ τὰς εὐχὰς ἡμῶν ἐπιμονὴν καὶ προτρέπων χρῆσθαι τῇ σπουδῇ Ἴδετε, φησί, τί λέγει ὁ ἄδικος κριτής· πόσῳ μᾶλλον ποιήσει ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει. καὶ ὁ ἀπόστολος δὲ πολλὴν σπουδὴν καὶ ἀγῶνα ἔχων εἰς τελείαν προκοπὴν τοὺς τῆς εὐσεβείας μαθητὰς ἐλθεῖν, ἅμα δὲ καὶ τὸν τῆς ἀληθείας σκοπὸν φανερὸν πᾶσι καθιστῶν φησί· Νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστή σωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος. καὶ πάλιν τοῖς τὴν σφραγῖδα τοῦ πνεύματος διὰ τοῦ βαπτίσματος