1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

6

σταφυλὴ ἐν τοῖς ἀμπέλοις." Τὸν γὰρ ἀμπελῶνα γεωργοῖς ἑτέροις ἐξέδωκεν. "Καὶ ἐπὶ τί ἡμεῖς καθήμεθα;" Οὐ γὰρ ἐγεώργουν τὰ κατὰ Θεόν. Καὶ τί πλέον ἀσφαλείας γένοιτο ἂν, ὅταν ὁ Θεὸς ὁ πάντα πᾶσι παρέχων τὴν ἀσφάλειαν προδίδωσι; ∆έον εἰπεῖν Καταφύγωμεν ἐπὶ τὸν Θεὸν, ἕτι κάτω κεῖνται. Ὁ τῆς φύσεως κρατῶν, καὶ ἄχρηστα δένδρα ποιῶν, οὐ πολλῷ μᾶλλον τὰ τείχη; "Εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυράς." Πρὸς μὲν ἱστορίαν εἰς Αἴγυπτον ἔφυγον ὕστερον· πρὸς δὲ διάνοιαν εἰς τὰς Ἐκκλησίας παραινεῖ φυγεῖν. "Καὶ ἀποῤῥιφῶμεν ἐκεῖ." Κατὰ τό· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. "Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά." Ἐδόξαμεν, φησὶ, διὰ τοῦ νόμου καταλλάττεσθαι τῷ Θεῷ, καὶ μὴ νοήσαντες αὐτοῦ τὴν δύναμιν, οὐχ εὕροιμεν ἀγαθά. "∆ιότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις." Τοὺς πολεμίους αἰσθητοὺς, ἢ καὶ νοητούς. "Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται." Ἐπειδὴ γὰρ σχηματίζονται τὴν εὐσέβειαν οἱ δηχθέντες, καὶ παραινέσει οὐ πείθονται, νομίζοντες εὐσεβεῖν· οὕτως εἰσὶ πικρὰ τῆς πανουργίας τὰ δίκτυα. "Μετ' ὀδύνης καρδίας ὑμῶν ἀπορουμένης." Οὐ γὰρ ἐνδέχεται μὴ νύττεσθαι ὑπὸ τῆς συνειδήσεως. "∆ιῆλθε θέρος, παρῆλθεν ἀμητός." Ἐν εὐδίας, φησὶ, καιρῷ, ὅτε καιρὸς ἦν τῆς μετανοίας, οὐ μετενοήσαμεν. "Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ;" Τὸ Γαλαὰδ ὅρος πολλὰς ἔχει κέδρους, ἐξ ὧν ἡ ῥητίνη εἰς πολλὰ πεποιημένη πάθη. Ἡ δὲ πόλις ἡ Γαλαὰδ, πόλις τυγχάνουσα τοῦ Ἰορδάνου, εἴδωλα ἔπλαττεν· οὐκ εἶχον οὖν τοὺς θεραπεύοντας προφήτας, ὅτι οὕτως ἡμάρτανον. "∆ιατί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου;" Τὰ τραύματα κοῖλα τυγχάνουσι. ∆ιατί οὖν, φησὶν, ἔχοντες τοὺς θεραπεύοντας, οὐκ ἀνήνεγκαν ἴασιν; τουτέστιν οὐκ ἴσωσαν ἑαυτῶν τὰ τραύματα, οὐ συνούλωσαν; ΚΕΦΑΛ. Θʹ. "Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ;" Ὕδωρ αἰτεῖ 93.648 λαβεῖν ὁ προφήτης ἐπὶ τῆς κεφαλῆς, ἵνα γένωνται αὐτῷ πηγαὶ δακρύων, καὶ ἐπαξίως κλαύσῃ τοὺς ἀπὸ τῆς ἁμαρτίας τετραυματισμένους· ἀριθμεῖται δὲ αὐτῶν τὰ πλημμελήματα, γεγενημένα μὲν καὶ ἐπὶ τῶν τοῦ προφήτου καιρῶν, τολμηθέντα δὲ παρ' αὐτῶν καὶ κατὰ τοῦ ∆εσπότου Χριστοῦ. Λέγει δὲ καὶ κατὰ μισαδελφίας, καὶ κατὰ τοκιζόντων· προλέγει δὲ καὶ τὴν παντελῆ τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. "Θυγατρὸς λαοῦ μου." Τῆς συναγωγῆς τῶν Ἰουδαίων. "Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον." Μηδὲ μικρὸν χαλῶντες, ἀλλ' ἀνενδότως διὰ τῆς γλώττης ἁμαρτάνοντες, ὥσπερ ἀμέλει καὶ τὸν Σωτῆρα λοιδορίαις πλύνοντες. "Καταπαίξεται." ∆όλῳ ὑποσκελίζει. "Οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως." Οὐκ ἠθέλησαν ἀκοῦσαι τῆς φωνῆς Κυρίου τῆς χαριζομένης αὐτοῖς τὴν εἰσάει ὕπαρξιν, ὅ ἐστι τὴν ἀθανασίαν. "Ἀπὸ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἕως κτηνῶν." Καὶ οἱ ὑψηλοὶ, φησὶ, κατ' ἀρετὴν, καὶ οἱ κτηνώδεις ἐξέκλιναν εἰς τὸ κακόν· σημαίνει δὲ καὶ τὴν παντελῆ τοῦ τόπου ἐρήμωσιν. "Ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν." ∆ιὰ τὸ μηδένα, φησὶν, ἔχειν ὁδεύοντα ἐν ταῖς ὁδοῖς Κυρίου γέγονεν ἔρημος. "Καὶ ἀποστελῶ εἰς αὐτοὺς τὴν μάχαιραν." Τὴν ἀπότομον ἐκδίκησιν. "Καὶ πρὸς τὰς σοφὰς ἀποστείλατε." Τὰς Ἐκκλησίας, ἢ τὰς τῶν ἁγίων ψυχὰς, ἃς σοφὰς καλεῖ· αὗται γὰρ θρηνοῦσι τοὺς ὑπὸ τῆς ἁμαρτίας ἀνῃρημένους, ὡς ὁ Παῦλός φησι· Καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων. "Καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα." Τὸ τῆς μετανοίας δάκρυον. "Ἐγκατελίπομεν τὴν γῆν." Τῆς εὐσεβείας τὴν γνῶσιν. "Καὶ ἀπεῤῥίψαμεν τὰ σκηνώματα ἡμῶν." Αὐτοὶ ἑαυτοῖς τῆς αἰχμαλωσίας αἴτιοι γεγόναμεν. "Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν." Καθόλου μὲν διὰ τῶν διδασκάλων τῶν δοκούντων τὰ κεκρυμμένα ἑρμηνεύειν. Αἱ γὰρ θυρίδες φανεροποιοῦσι τὰ ἐντὸς ἑνὸς ἑκάστου διὰ τῶν αἰσθητηρίων· συνέβη δὲ ἴσως τοῦτο καθ' ἱστορίαν, διὰ τῶν πολεμίων· θυρίδες εἰσὶν αἱ τῆς πλάνης ἐπίνοιαι. "Ἀλλ' ἐν τούτῳ ... καυχάσθω συνιεῖν καὶ γινώσκειν." Παραινεῖ ὁ λόγος ἐν μηδενὶ καυχᾶσθαι εἰ μὴ ἐν τῷ συνιέναι, καὶ γινώσκειν τὸν Κύριον, καὶ ὅτι τὸ θέλημα τοῦ Θεοῦ ἐστι, τὸ ἔλεος, καὶ τὸ κρῖμα, καὶ ἡ δικαιοσύνη. "Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν."