φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρε τῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ' ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπ' ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκο νον ἐπιστολῆς. Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἢ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόν των, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φω 377 νὴν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐ λογία κτλ. ιεʹ· Ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χω λῶν. Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς. ιʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφε λοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. ιʹ. ∆ίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημά των, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων. Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύ λας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύ ριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέ σου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσ περ στέλεχος φοίνικος. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ' ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρό νοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν. Κεφ. Λʹ, αʹ. Νυνὶ δὲ κατεγέλασάν μου 378 ἐλάχιστοι· νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. Οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ ὁ προφήτης ἔλεγεν· Ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευό μενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. βʹ, γʹ. Καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. Ἐν ἐν δείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. Ὀλυμπιοδώρου, Ὠριγένους. Ἀλλ' οὐδὲ ᾔτησά τινα ἐπικουρίαν, φησὶ, παρ' αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν· οἵ γε πάλαι δίκην ἐχρεώστουν, πο νηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ' αὐ τῶν ἡ τιμωρία. Ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ' ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες· ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. Ἐπ' αὐτοὺς ἀπώλετο συντέλεια. Ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέ λεσαν. δʹ. Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα. Ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. -Ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔη χοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. Ἢ καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾧπερ ἡ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. Φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ' οὓς ὕδατα ῥέοντα ἠχεῖ τε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώ μενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν [λιμοῦ] παραμυθίαν. 379 δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Ἑτέρα