Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι. κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. ∆ιὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆ θος συνόδου αἰσχυνόμενος. κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φη σίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι. Κεφ. ΛΑʹ, ʹ, ζʹ. Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ ... Βαβαὶ τῆς ἀκριβείας! οὐκ ἔχοι τις εἰ πεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀπο χρησάμενος τοιαύτην τίνω δίκην, καὶ με ταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρ μακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστή σειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τού των φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀν θρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἤμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορού σας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα. 380 λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θερά παιναί μου· Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς. λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν. Κεφ. ΛΒʹ, αʹ. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμα σιν. Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λό γον εἰπεῖν· ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστο μίσθησαν οἱ φίλοι. ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἢ ὅτι ὕστερον ἐσιωπή σατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκου όντων. Κεφ. ΛΓʹ, ιβʹ. Πῶς γὰρ λέγεις· ∆ίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ' οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ' ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκά λει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 381 κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν πε ριττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι. Κεφ. Λ∆ʹ, ιθʹ. Ὃς οὐκ ἐπαισχυνθῇ πρόσω πον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ' ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν. κγʹ. Ὅτι οὐκ ἐπ' ἄνδρα θήσει ἔτι. Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴ ληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σὺ δεῖξόν μοι. Τινὲς οὕτως ἡρμήνευσαν· ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἴ ληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑπο φειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκω 382 λύτως, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ' ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. -Οἶμαι δὲ μᾶλ λον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις· ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι. Κεφ. ΛΕʹ, εʹ. Ἀνάβλεψον