Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ καὶ εὐκτικῶς εἴρηται. Λέγει δέ· Μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ' ἐμὲ, μηδὲ συγ κρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μηδὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς· πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασ μῶν. Ἢ μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ' ἐκ καλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας. Καὶ ὁ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ' εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς ὁ τόνος, ἵνα ὁ Θεὸς τῶν γινομένων κακῶν ἔκδικος κατα στὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. Τὸ δέ· Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως. Κεφ. ΙΘʹ, γʹ. Γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησε με οὕτως. Εἰς φόβον αὐτοὺς καταφέρει, οἱονεὶ λέγων· Μὴ οὕτως ἐπεμβαίνετέ μοι κάμνοντι, μηδὲ ὑμεῖς τοῖς αὐτοῖς περιπέσητε, τὴν αὐτὴν ἔχοντες φύσιν. δʹ, εʹ. Ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανή θην· παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλα νᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. -Ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνεί δει. ∆εδόσθω, φησὶν, καθ' ὑπόθεσιν ὅτι πε πλάνημαι. Παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος· πλάνος ὁ διάβολός ἐστιν. Τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. -Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, 366 ἆρ' οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; - Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμε λούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤ ῥησίαν. Τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. Ἐπιβάλλει καὶ ὧδε· ʹ, ζʹ. Γνῶτε οὖν ὅτι ὁ Κύριός ἐστιν ὁ ταράξας· ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν. Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. Κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. ∆ιαλογίζεσθε, φησίν· οὐκ ἀπὸ σκοποῦ ἀλ γύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. Λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ' ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους. Τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. Τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ· διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρη κέναι. -Εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ' ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. Οὐδεὶς ἀκούει, οὐ δεὶς δικάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. Ταῦτα ἐλεῆσαι οὐ χρῆ; -Τοι γαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατη γοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν κασταστή σῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρα σύτητος. -Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. Ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ' ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἡ ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἡ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. - Α. Σ. Τί φατε [ὅτι] ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφεί λετε. -Ἐσπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις· ἐν λό γοις οὖν λάβεσθε ὡς ἂν μηδὲ ὑπὸ τῆς ἀλη θείας ψηφίσασθαι ἀνεύθυνον. -Ὁ γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει. Κεφ. Κʹ, ιʹ. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. 367 Καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρανόμου παίδων καθέξουσι. ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμε θήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα· ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ' αὑτὸν εἰς ἑτέρους με ταφερόμενον ὄψεται. ιηʹ. Ὥσπερ στρείφνος ἀμάσητος, ἀκατά ποτος. Οἱ λόγοι καὶ τὰ δόγματα [ἀσεβοῦς] στρί φινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖ να, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. κβʹ. Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλι βήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπε λεύσεται. Ταῦτά φησιν· Ἕνεκα τῆς αἰτίας, ἀπόλ λυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται. κγʹ. Ἐπαποστείλαι ἐπ' αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ' αὐτὸν ὀδύνας. Ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποσ τήσεται δεινά· ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ