Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοί μιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρω τείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαί ωμα· τί ποῤῥωτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φη σὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ' ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐ δὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. -Λείπει, ὡς οὐδ' ἐλέγχων Κύ ριον, νουθετούμενος ὁ ἄθλιος. Κεφ. Μʹ, βʹ. Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦν τες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνε κεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. ∆ίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι. γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησὶν, ἀλλ' ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, 386 χρηματισμὸν τὴν συγχώρησιν λέγων, του 386 τέστι προτεταχέναι με δι' ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ' ἵνα φα νῇς σὺ ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ' ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περισ τάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκού ειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνο οῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται; εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τι μὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρα τεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ' αἰσχύνης ἀ πέστρεψας τὰς αὐτοῦ φάλαγγας. -Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. -Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ' ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ. ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δρά κοντος τοῦ ἀνταγωνίστου. -Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ. κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, πε ριθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; ∆ύνασαι οὖν, φησὶν, ὦ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλ λόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι' ἀγ κίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα. 387 κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. ∆ύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. -Τὸ δέ· μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγο νεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ. Κεφ. ΜΑʹ, δʹ. Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Τὸ πρόσωπον ὃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί; Καὶ μετ' ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέ δραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπ νεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν