Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπα τήσαισαν. ... Ἐν ἀγνοίᾳ γάρ εἰσιν· ἐξέβαλον γὰρ τὸ φῶς ἀφ' ἑαυτῶν οἷς ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. κʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ 368 ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, ἢ καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτη ρίοις. Καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθή σεται, ἵνα εἴπῃ· Οὐδὲ ταφῆς ἀξιοῦται. κθʹ. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Καθ' ἣν ἡ θεία κατ' αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς διὰ Χριστὸν εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ παραδόξου, εἴθ' ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλου μένη. -Μάνθανε τίς ἐπίσκοπος ἐνθάδε ὠνο μάσθη· ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρό πῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φο ρεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βα σιλικὴν, τιμᾶται ἐπὶ τῷ καλῶς αὐτὴν μι μήσασθαι· τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεὸς, ἢ ὁ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κεφ. ΚΑʹ, ιαʹ, ιβʹ. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι, ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Ἰδοὺ καὶ τὰ μωρὰ παιδία αὐτῶν ἑαυτοῖς προσπαίζονται. Λέγουσι γὰρ αὐτοὶ ψαλμοὺς Οὐαλεντινοῦ καὶ ᾠδὰς Βασιλείδου, καὶ τοι αῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. 369 Κεφ. ΚΒʹ, βʹ. Πότερον οὐχὶ ὁ Κύριός ἐσ τιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Ἴδωμεν τί φησιν ὁ Ἐλιφὰζ πρὸς τὸν δίκαιον· Πότερον κτλ ... Τοῦτο τοῦ Ἰὼβ εἰ ρηκότος, συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ, καί φησιν· Οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι' ὧν ὁ μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, ὁ δὲ κολάζεται, ὁ μόνος σοφὸς οἶδε Θεός· οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ· ἡ δὲ κακία τὰς κολάσεις δίδωσιν. -Ὑγιὲς τὸ δόγμα ... - ̓Επιστήμη, ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρία, σύνεσις δὲ ἡ διάκρισις. εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ' ἐν τούτοις γεγεννῆσθαι, δη λονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. Κακία ἐστὶν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπι θυμία ἀπρεπής· ἀμαρτία δὲ ἡ ἐνέργεια· διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρ τίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους. Πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἷος σύ. 370 Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισ μάτων, ταῦτά σοι ἐπεληλυθέναι. ʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακε νῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνε χυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρ τήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀν θρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλου τεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. -Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμ βάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς. Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁ μαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λα βεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλου σίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλου σίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαι τεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν