Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐ τοῖς· πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, ἤτοι ἔξω τῆς πράξεώς μου, ὁ ἔλεγχος. ʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ' ὅμως οἶδα ὅτι ἀλήθεια παρ' αὐτῷ ἐστιν. ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ' αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φη σὶν, ὅτι ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀπο θανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. -Παρ' Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως. ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν μου. Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπού δασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; 374 ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κα τασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω. ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκό τος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Οὐ κατ' ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στο χάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πλη γήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας. Κεφ. Κ∆ʹ, ιγʹ. Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐ τῶν, καὶ οὐκ ἐπέγνωσαν. Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κα κῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πε ποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς. ιδʹ. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Τουτέστιν, μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξε τάσας καὶ βασανίσας, τουτέστι γνούς. Κεφ. ΚΖʹ, δʹ. Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψή φου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκει μένου. εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι 375 ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προή σομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ' ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέ πονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώ σομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων. ιʹ. Ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ' ἀφῄ ρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως. Κεφ. ΚΗʹ, αʹ. Ἔστι γὰρ ἀργυρίῳ τόπος κτλ. Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τά ξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρω πίνοις. βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ' εἰκῆ παρέρχε ται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκ μαρτος καὶ ἄγνωστος. Καὶ μετ' ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸ ζόφον 376 ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. Κεφ. ΚΘʹ, γʹ. Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. Ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· Ὅτε ὁ Θεὸς ἐφύλατ τέ με. δʹ. Ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. Ὁ δὲ Σύμμαχος· Ὁπότε περιέφρασσεν ὁ Θεὸς τὴν σκηνήν μου. Ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖ ξαι τοῦ Θεοῦ. Νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν,