Homiliae in Job 361 Κεφ. Αʹ, βʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀλη θινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχό μενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Οἱ γὰρ φα

 ἐν οὐρανοῖς ὁ μάρ τυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, 365 καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥή ματα, ἃ κα

 φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατα σκευάζει οὖν ὅτι πάντα δι' ἁμαρτίας ἐπ' αὐ τὸν ἐπηνέχθη. κεʹ. Ἄστρα δὲ ἐν δ

 τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πέ νεται,

 οὐκ ἀφ' ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν· καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. -Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, α

 φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην. ζʹ. Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Οἷ

 πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιού τους εἶναι. κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χει ρώσασθαι. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθέ νειαν λέγει, ἀλλὰ δι

 εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰ

 ἐπιστήμης ἐνοῦ σαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πο λέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι,

 ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπο γράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχε κάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύ ψει πρόσωπον ἐνδύσεως αὐτοῦ; -Καὶ ἐπεί

 ὧν ὁ Κύριος ἀνί στησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέ ραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκο λουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδ

εἰς τὸν οὐρανόν. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐ ρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν. ʹ. Εἰ ἥμαρτες, τί πράξεις; Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ' οὐ δὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλε γεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· ∆ιὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνον τος; μὴ γὰρ ὡς βλάβην ὑπομένων; ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι' ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυ λάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, 383 ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλα κες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγ γελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἳ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς. Κεφ. ΛΗʹ, εʹ. Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐ τῆς; Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ' ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς πα ραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατο λῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. -Αρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ' ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴ περ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. ʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς; Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσ περεὶ ἐπῳκοδόμησεν ἐπ' ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. -Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ Υἱὸν, δι' ἡμᾶς σαρκω 384 θέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς· Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γω νίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰου δαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τεί χους. ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ὁ δὲ Σύμμαχος· Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσ φαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδε μίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐ τὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προσ τάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμε ρον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί· νῦν δὲ τα ραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ' αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέ φει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Κεφ. ΛΘ, κζʹ. Ἐπὶ δὲ σῷ προστάγματι 385 ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ' ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; .....Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν