7
εἴδους εἰς τροφὴν ἀπεκλήρωσεν ὁ ποιήσας, κἂν [ἐν] ἄλλοις τισὶ τῶν ἑτερογενῶν τροφὴ γίνηται κατὰ φύσιν; εἰ μὲν οὖν ἔχουσιν δεικνύναι σάρκας ἀνθρώπων ἀνθρώποις εἰς βρῶσιν ἀποκληρωθείσας, οὐδὲν κωλύσει τὰς ἀλληλοφαγίας εἶναι κατὰ φύσιν ὥσπερ ἄλλο τι τῶν τῇ φύσει συγκεχωρημένων καὶ τούς γε τὰ τοιαῦτα λέγειν τολμῶντας τοῖς τῶν φιλτάτων ἐντρυφᾶν σώμασιν ὡς οἰκειοτέροις ἢ καὶ τοὺς εὐνουστάτους σφίσιν τούτοις αὐτοῖς ἑστιᾶν. εἰ δὲ τοῦτο μὲν οὐδ' εἰπεῖν εὐαγές, τὸ δὲ σαρκῶν ἀνθρώπων ἀνθρώπους μετασχεῖν ἔχθιστόν τι καὶ παμμίαρον καὶ πάσης ἐκθέσμου καὶ παρὰ φύσιν βρώσεως ἢ πράξεως ἐναγέστερον, τὸ δὲ παρὰ φύσιν οὐκ ἄν ποτε χωρήσειεν εἰς τροφὴν τοῖς ταύτης δεομένοις μέρεσιν καὶ μορίοις, τὸ δὲ μὴ χωροῦν εἰς τροφὴν οὐκ ἂν ἑνωθείη τούτοις ἃ μηδὲ τρέφειν πέφυκεν, οὐδὲ τὰ τῶν ἀνθρώπων σώματα συγκραθείη ποτ' ἂν τοῖς ὁμοίοις σώμασιν, οἷς ἐστιν εἰς τροφὴν παρὰ φύσιν, κἂν πολλάκις διὰ τῆς τούτων ἴῃ γαστρὸς κατά τινα πικροτάτην συμ- φοράν· ἀποχωροῦντα δὲ τῆς θρεπτικῆς δυνάμεως καὶ σκιδ- νάμενα πρὸς ἐκεῖνα πάλιν ἐξ ὧν τὴν πρώτην ἔσχεν σύστασιν, ἑνοῦται μὲν τούτοις ἐφ' ὅσον ἂν ἕκαστον τύχῃ χρόνον, ἐκεῖθεν δὲ διακριθέντα πάλιν σοφίᾳ καὶ δυνάμει τοῦ πᾶσαν ζῴου φύσιν σὺν ταῖς οἰκείαις δυνάμεσι συγκρίναντος ἑνοῦται προσφυῶς ἕκαστον ἑκάστῳ, κἂν πυρὶ καυθῇ, κἂν ὕδατι κατασαπῇ, κἂν ὑπὸ θηρίων ἢ τῶν ἐπιτυχόντων ζῴων καταδαπανηθῇ, κἂν τοῦ παντὸς σώματος ἐκκοπὲν προδιαλυθῇ τῶν ἄλλων μερῶν· ἑνωθέντα δὲ πάλιν ἀλλήλοις τὴν αὐτὴν ἴσχει χώραν πρὸς τὴν τοῦ αὐτοῦ σώματος ἁρμονίαν τε καὶ σύστασιν καὶ τὴν τοῦ νεκρωθέντος ἢ καὶ πάντῃ διαλυθέντος ἀνάστασιν καὶ ζωήν. ταῦτα μὲν οὖν ἐπὶ πλεῖον μηκύνειν οὐκ εὔκαιρον· ὁμολογουμένην γὰρ ἔχει τὴν ἐπίκρισιν τοῖς γε μὴ μιξο- θήροις. Πολλῶν δὲ ὄντων τῶν εἰς τὴν προκειμένην ἐξέτασιν χρησι- μωτέρων, παραιτοῦμαι δὴ νῦν τοὺς καταφεύγοντας ἐπὶ τὰ τῶν ἀνθρώπων ἔργα καὶ τοὺς τούτων δημιουργοὺς ἀνθρώπους, οἳ τὰ συντριβέντα τῶν ἔργων ἢ χρόνῳ παλαιωθέντα ἢ καὶ ἄλλως δια- φθαρέντα καινουργεῖν ἀδυνατοῦσιν, εἶτα ἐξ ὁμοίου τοῖς κεραμεῦσι καὶ τέκτοσι δεικνύναι πειρωμένους τὸ καὶ τὸν θεὸν μήτ' ἂν βουλη- θῆναι μήτε βουληθέντα δυνηθῆναι νεκρωθὲν ἢ καὶ διαλυθὲν ἀνα- στῆσαι σῶμα, καὶ μὴ λογιζομένους ὅτι διὰ τούτων <ἐπ' ἴσης> τοῖς χειρίστοις ἐξυβρίζουσιν εἰς θεόν, συνεξισοῦντες τῶν πάντῃ διεστη- κότων τὰς δυνάμεις, μᾶλλον δὲ καὶ τῶν ταύταις χρωμένων τὰς οὐσίας καὶ τὰ τεχνητὰ τοῖς φυσικοῖς. περὶ μὲν οὖν τούτων σπουδάζειν οὐκ ἀνεπιτίμητον· ἠλίθιον γὰρ ὡς ἀληθῶς τὸ τοῖς ἐπι- πολαίοις καὶ ματαίοις ἀντιλέγειν. μακρῷ γε μὴν ἐνδοξότερον καὶ