1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

3

τῶν πραγμάτων τάξιν καὶ τὴν ἐφ' ἑτέρων κρίσιν, μεῖζον τὸ τὰ μὴ γενόμενα προγινώσκειν· ὅσον δὲ πρὸς τὴν ἀξίαν τοῦ θεοῦ καὶ τὴν τούτου σοφίαν, ἀμφότερα κατὰ φύσιν καὶ ·ᾴδιον ἐπ' ἴσης τῷ τὰ μὴ γενόμενα προγινώσκειν τὸ καὶ διαλυθέντα γινώσκειν. Καὶ μὴν καὶ τὴν δύναμιν ὡς ἔστιν ἀρκοῦσα πρὸς τὴν τῶν σωμάτων ἀνάστασιν, δείκνυσιν ἡ τούτων αὐτῶν γένεσις. εἰ γὰρ μὴ ὄντα κατὰ τὴν πρώτην σύστασιν ἐποίησεν τὰ τῶν ἀνθρώπων σώματα καὶ τὰς τούτων ἀρχάς, καὶ διαλυθέντα καθ' ὃν ἂν τύχῃ τρόπον, ἀναστήσει μετὰ τῆς ἴσης εὐμαρείας· ἐπ' ἴσης γὰρ αὐτῷ καὶ τοῦτο δυνατόν. καὶ τῷ λόγῳ βλάβος οὐδὲν, κἂν ἐξ ὕλης ὑπο- θῶνταί τινες τὰς πρώτας ἀρχάς, κἂν ἐκ τῶν στοιχείων ὡς πρώτων τὰ σώματα τῶν ἀνθρώπων, κἂν ἐκ σπερμάτων. ἧς γάρ ἐστι δυνά- μεως καὶ τὴν παρ' αὐτοῖς νενομισμένην ἄμορφον οὐσίαν μορφῶσαι καὶ τὴν ἀνείδεον καὶ ἀδιακόσμητον πολλοῖς καὶ διαφόροις εἴδεσιν κοσμῆσαι καὶ τὰ μέρη τῶν στοιχείων εἰς ἓν συναγαγεῖν καὶ τὸ σπέρμα ἓν ὂν καὶ ἁπλοῦν εἰς πολλὰ διελεῖν καὶ τὸ ἀδιάρθρωτον διαρθρῶσαι καὶ τῷ μὴ ζῶντι δοῦναι ζωήν, τῆς αὐτῆς ἐστιν καὶ τὸ διαλελυμένον ἑνῶσαι καὶ τὸ κείμενον ἀναστῆσαι καὶ τὸ τεθνηκὸς ζῳοποιῆσαι πάλιν καὶ τὸ φθαρτὸν μεταβαλεῖν εἰς ἀφθαρσίαν. τοῦ αὐτοῦ δ' ἂν εἴη καὶ τῆς αὐτῆς δυνάμεως καὶ σοφίας καὶ τὸ διατεθρυμμένον <εἰς> πλήθη ζῴων παντοδαπῶν ὁπόσα τοῖς τοιούτοις σώμασιν ἐπιτρέχειν εἴωθεν καὶ τὸν ἐκ τούτων ἀγείρειν κόρον, διακρῖναι μὲν ἐκεῖθεν, ἑνῶσαι δὲ πάλιν τοῖς οἰκείοις μέρεσι καὶ μορίοις, κἂν εἰς ἓν ἐξ ἐκείνων χωρήσῃ ζῷον, κἂν εἰς πολλά, κἂν ἐντεῦθεν εἰς ἕτερα, κἂν αὐτοῖς ἐκείνοις συνδιαλυθὲν ἐπὶ τὰς πρώτας ἀρχὰς ἐνεχθῇ κατὰ τὴν φυσικὴν εἰς ταύτας ἀνάλυσιν· ὃ δὴ καὶ μάλιστα ταράττειν ἔδοξέν τινας καὶ τῶν ἐπὶ σοφίᾳ θαυμαζομένων, ἰσχυρὰς οὐκ οἶδ' ὅπως ἡγησαμένων τὰς παρὰ τῶν πολλῶν φερομένας διαπορήσεις. Oὗτοι δέ γέ φασιν πολλὰ μὲν σώματα τῶν ἐν ναυαγίοις ἢ ποταμοῖς δυσθανάτων ἰχθύσιν γενέσθαι τροφήν, πολλὰ δὲ τῶν ἐν πολέμοις θνῃσκόντων ἢ κατ' ἄλλην τινὰ τραχυτέραν αἰτίαν καὶ πραγμάτων περίστασιν ταφῆς ἀμοιρούντων τοῖς προστυγχάνουσιν ζῴοις προκεῖσθαι βοράν. τῶν οὖν οὕτως ἀναλισκομένων σωμάτων καὶ τῶν ταῦτα συμπληρούντων μερῶν καὶ μορίων εἰς πολὺ πλῆθος ζῴων διαθρυπτομένων καὶ διὰ τῆς τροφῆς τοῖς τῶν τρεφομένων σώμασιν ἑνουμένων, πρῶτον μὲν τὴν διάκρισιν τούτων φασὶν ἀδύνατον, πρὸς δὲ ταύτῃ τὸ δεύτερον ἀπορώτερον. τῶν γὰρ τὰ σώματα τῶν ἀνθρώπων ἐκβοσκηθέντων ζῴων, ὁπόσα πρὸς τροφὴν ἀνθρώποις ἐπιτήδεια, διὰ τῆς τούτων γαστρὸς ἰόντων καὶ τοῖς τῶν μετειληφότων σώμασιν ἑνουμένων, ἀνάγκην εἶναι πᾶσαν τὰ μέρη τῶν ἀνθρώπων, ὁπόσα τροφὴ γέγονεν τοῖς μετειληφόσι ζῴοις, πρὸς