1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

11

ἐπὶ μικρὸν ἐξαπτομένην εἶτα παντελῶς σβεννυμένην. ἑρπετοῖς γὰρ, οἶμαι, καὶ πτηνοῖς καὶ νηκτοῖς ἢ καὶ κοινότερον εἰπεῖν πᾶσι τοῖς ἀλόγοις τὴν τοιαύτην ζωὴν ἀπένειμεν θεός, τοῖς δὲ αὐτὸν ἐν ἑαυτοῖς ἀγαλματοφοροῦσι τὸν ποιητὴν νοῦν τε συνεπιφερομένοις καὶ λογικῆς κρίσεως μεμοιραμένοις τὴν εἰς ἀεὶ διαμονὴν ἀπεκλήρωσεν ὁ ποιήσας, ἵνα γινώσκοντες τὸν ἑαυτῶν ποιητὴν καὶ τὴν τούτου δύναμίν τε καὶ σοφίαν νόμῳ τε συνεπόμενοι καὶ δίκῃ τούτοις συν- διαιωνίζωσιν ἀπόνως, οἷς τὴν προλαβοῦσαν ἐκράτυναν ζωὴν καίπερ ἐν φθαρτοῖς καὶ γηΐνοις ὄντες σώμασιν. ὁπόσα μὲν γὰρ ἄλλου του χάριν γέγονεν, παυσαμένων ἐκείνων ὧν ἕνεκεν γέγονεν, παύ- σεται εἰκότως καὶ αὐτὰ τὰ γενόμενα τοῦ εἶναι καὶ οὐκ ἂν διαμένοι μάτην, ὡς ἂν μηδεμίαν ἐν τοῖς ὑπὸ θεοῦ γενομένοις τοῦ ματαίου χώραν ἔχοντος· τά γε μὴν δι' αὐτὸ τὸ εἶναι καὶ ζῆν καθὼς πέφυκεν γενόμενα, ὡς αὐτῆς τῆς αἰτίας τῇ φύσει συνειλημμένης καὶ κατ' αὐτὸ μόνον τὸ εἶναι θεωρουμένης, οὐδεμίαν οὐδέποτε δέξαιτ' ἂν τὴν τὸ εἶναι παντελῶς ἀφανίζουσαν αἰτίαν. ταύτης δὲ ἐν τῷ εἶναι πάντοτε θεωρουμένης, δεῖ σῴζεσθαι πάντως καὶ τὸ γενόμενον ζῷον, ἐνεργοῦν τε καὶ πάσχον ἃ πέφυκεν, ἑκατέρου τούτων ἐξ ὧν γέγονεν τὰ παρ' ἑαυτοῦ συνεισφέροντος καὶ τῆς μὲν ψυχῆς οὔσης τε καὶ διαμενούσης ὁμαλῶς ἐν ᾗ γέγονεν φύσει καὶ διαπονούσης ἃ πέφυκεν (πέφυκεν δὲ ταῖς τοῦ σώματος ἐπιστατεῖν ὁρμαῖς καὶ τὸ προσπῖπτον ἀεὶ τοῖς προσήκουσι κρίνειν καὶ μετρεῖν κριτηρίοις καὶ μέτροις), τοῦ δὲ σώματος κινουμένου κατὰ φύσιν πρὸς ἃ πέφυκεν καὶ τὰς ἀποκληρωθείσας αὐτῷ δεχομένου μεταβολάς, μετὰ δὲ τῶν ἄλλων τῶν κατὰ τὰς ἡλικίας ἢ κατ' εἶδος ἢ μέγεθος τὴν ἀνάστασιν. εἶδος γάρ τι μεταβολῆς καὶ πάντων ὕστατον ἡ ἀνάστασις ἥ τε τῶν κατ' ἐκεῖνον τὸν χρόνον περιόντων ἔτι πρὸς τὸ κρεῖττον μεταβολή. Ἐπὶ δὲ τούτοις τεθαρρηκότες οὐ μεῖον ἢ τοῖς ἤδη γενομένοις καὶ τὴν ἑαυτῶν ἐπισκοποῦντες φύσιν, τήν τε μετ' ἐνδείας καὶ φθορᾶς ζωὴν στέργομεν ὡς τῷ παρόντι βίῳ προσήκουσαν καὶ τὴν ἐν ἀφθαρσίᾳ διαμονὴν ἐλπίζομεν βεβαίως· ἣν οὐ παρὰ ἀνθρώπων ἀναπλάττομεν μάτην ψευδέσιν ἑαυτοὺς βουκολοῦντες ἐλπίσιν, ἀπλανεστάτῳ δὲ πεπιστεύκαμεν ἐχεγγύῳ, τῇ τοῦ δημιουργήσαντος ἡμᾶς γνώμῃ, καθ' ἣν ἐποίησεν ἄνθρωπον ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος νοῦν τε συγκατεσκεύασεν αὐτῷ καὶ νόμον ἔμφυτον ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τῶν παρ' αὐτοῦ διδομένων, ἔμφρονι δὲ βίῳ καὶ ζωῇ λογικῇ προσηκόντων, εὖ εἰδότες ὡς οὐκ ἂν τοιοῦτον κατεσκεύασεν ζῷον καὶ πᾶσι τοῖς πρὸς διαμονὴν ἐκόσμησεν, εἰ μὴ διαμένειν ἐβούλετο τὸ γενόμενον. εἰ τοίνυν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ἐποίησεν ἄνθρωπον ἐπὶ τῷ ζωῆς ἔμφρονος μετασχεῖν καὶ γενόμενον θεωρὸν τῆς τε μεγαλοπρεπείας αὐτοῦ καὶ τῆς ἐπὶ