1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

5

τῷ τρεφομένῳ σώματι συνεξαλλαττομένης, τριττῆς δὲ κατὰ τὴν ἑκάστου ζῴου τροφὴν γινομένης καθάρσεως καὶ διακρίσεως, δεῖ πάντως φθείρεσθαι μὲν καὶ διαχωρεῖν ᾗ πέφυκεν ἢ πρὸς ἕτερόν τι μεταβάλλειν πᾶν ὁπόσον ἀλλότριον εἰς τὴν τοῦ ζῴου τροφὴν ὡς συγκραθῆναι μὴ δυνάμενον, συμβαίνουσαν δὲ καὶ κατὰ φύσιν εἶναι τὴν τοῦ τρέφοντος σώματος δύναμιν ταῖς τοῦ τρεφομένου ζῴου δυνάμεσιν καὶ ταύτην ἐλθοῦσαν δι' ὧν πέφυκεν κριτηρίων καὶ καθαρθεῖσαν ἀκριβῶς τοῖς φυσικοῖς καθαρσίοις εἰλικρινεστάτην γενέσθαι πρόσληψιν εἰς οὐσίαν· ἣν δὴ καὶ μόνην ἐπαληθεύων ἄν τις τοῖς πράγμασιν ὀνομάσειεν τροφὴν ὡς ἀποβάλλουσαν πᾶν ὁπόσον ἀλλότριον καὶ βλαβερὸν εἰς τὴν τοῦ τρεφομένου ζῴου σύστασιν καὶ τὸν πολὺν ἐκεῖνον ὄγκον ἐπεισαχθέντα πρὸς τὴν τῆς γαστρὸς ἀποπλήρωσιν καὶ τὴν τῆς ὀρέξεως θεραπείαν. ἀλλὰ ταύτην μὲν οὐκ ἄν τις ἀμφισβητήσειεν ἑνοῦσθαι τῷ τρεφομένῳ σώματι συνδιαπλεκομένην τε καὶ περιπλαττομένην πᾶσι τοῖς τούτου μέρεσιν καὶ μορίοις· τὴν δ' ἑτέρως ἔχουσαν καὶ παρὰ φύσιν φθείρεσθαι μὲν ταχέως, ἢν ἐρρωμενεστέρᾳ συμμίξῃ δυνάμει, φθείρειν δὲ σὺν εὐμαρείᾳ τὴν κρατηθεῖσαν εἴς τε μοχθηροὺς ἐκτρέπεσθαι χυμοὺς καὶ φαρμακώδεις ποιότητας ὡς μηδὲν οἰκεῖον ἢ φίλον τῷ τρεφομένῳ σώματι φέρουσαν. καὶ τούτου τεκμήριον μέγιστον τὸ πολλοῖς τῶν τρεφομένων ζῴων ἐκ τούτων ἐπακολου- θεῖν ἄλγος ἢ κίνδυνον ἢ θάνατον, ἢν ὑπὸ σφοδροτέρας ὀρέξεως τῇ τροφῇ καταμεμιγμένον συνεφελκύσηταί τι φαρμακῶδες καὶ παρὰ φύσιν· ὃ δὴ καὶ πάντως φθαρτικὸν ἂν εἴη τοῦ τρεφομένου σώματος, εἴ γε τρέφεται μὲν τὰ τρεφόμενα τοῖς οἰκείοις καὶ κατὰ φύσιν, φθείρεται δὲ τοῖς ἐναντίοις. εἴπερ οὖν τῇ διαφορᾷ τῶν τῇ φύσει διαφερόντων ζῴων ἡ κατὰ φύσιν συνδιῄρηται τροφὴ καὶ ταύτης γε αὐτῆς οὔτε πᾶν ὅπερ ἂν προσενέγκηται τὸ ζῷον οὔτε τὸ τυχὸν ἐκ τούτου τὴν πρὸς τὸ τρεφόμενον σῶμα δέχεται σύγκρασιν, ἀλλ' αὐτὸ μόνον τὸ διὰ πάσης πέψεως κεκαθαρμένον καὶ μεταβεβληκὸς εἰλικρινῶς πρὸς τὴν τοῦ ποιοῦ σώματος ἕνωσιν καὶ τοῖς τρεφομένοις μέρεσιν εὐάρμοστον, εὔδηλον ὡς οὐδὲν τῶν παρὰ φύσιν ἑνωθείη ποτ' ἂν τούτοις οἷς οὔκ ἐστιν τροφὴ προσφυὴς καὶ κατάλληλος, ἀλλ' ἤτοι κατ' αὐτὴν τὴν κοιλίαν διαχωρεῖ πρὶν ἕτερόν τινα γεν- νῆσαι χυμὸν ὠμὸν καὶ διεφθαρμένον, ἢ συστὰν ἐπὶ πλεῖον τίκτει πάθος ἢ νόσον δυσίατον, συνδιαφθείρουσαν καὶ τὴν κατὰ φύσιν τροφὴν ἢ καὶ αὐτὴν τὴν τῆς τροφῆς δεομένην σάρκα. ἀλλὰ κἂν ἀπωσθῇ ποτε φαρμάκοις τισὶν ἢ σιτίοις βελτίοσιν ἢ ταῖς φυσικαῖς δυνάμεσι νικηθέν, μετ' οὐκ ὀλίγης ἐξερρύη τῆς βλάβης ὡς μηδὲν φέρον τοῖς κατὰ φύσιν εἰρηνικὸν διὰ τὸ πρὸς τὴν φύσιν ἀσύγ- κρατον. Ὅλως δὲ κἂν συγχωρήσῃ τις τὴν ἐκ τούτων εἰσιοῦσαν τροφὴν