1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

13

περιφανῶς δείκνυται ψεῦδος ἐκ τοῦ πάντας μὲν ἀνίστασθαι τοὺς ἀποθνῄσκοντας ἀνθρώπους, μὴ πάντας δὲ κρίνεσθαι τοὺς ἀναστάντας· εἰ γὰρ μόνον τὸ κατὰ τὴν κρίσιν δίκαιον τῆς ἀναστάσεως ἦν αἴτιον, ἐχρῆν δήπου τοὺς μηδὲν ἡμαρτηκότας ἢ κατορθώσαντας μηδ' ἀνίστασθαι, τοῦτ' ἔστι τοὺς κομιδῇ νέους παῖδας· ἐξ ὧν δὲ πάντας ἀνίστασθαι τούς τε ἄλλους καὶ δὴ καὶ τοὺς κατὰ τὴν πρώτην ἡλικίαν τελευτήσαντας καὶ αὐτοὶ δικαιοῦσιν, οὐ διὰ τὴν κρίσιν ἡ ἀνάστασις γίνεται κατὰ πρῶτον λόγον, ἀλλὰ διὰ τὴν τοῦ δημιουρ- γήσαντος γνώμην καὶ τὴν τῶν δημιουργηθέντων φύσιν. Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασιν, δίκαιον ἴσως πρὸς μηδὲν ἀποκνῆσαι τῶν προτεθέντων, ἀκολούθως δὲ τοῖς εἰρημένοις καὶ τὰς ἐξ ἑκάστου τῶν ἑπομένων ἀφορμὰς ὑποδεῖξαι τοῖς ἐξ αὑτῶν συνιδεῖν μὴ δυναμένοις καὶ πρό γε τῶν ἄλλων τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, ἐπὶ τὴν αὐτὴν ἄγουσαν ἔννοιαν καὶ τὴν ἴσην παρέχουσαν περὶ τῆς ἀναστάσεως πίστιν. εἰ γὰρ πᾶσα κοινῶς ἡ τῶν ἀνθρώπων φύσις ἐκ ψυχῆς ἀθανάτου καὶ τοῦ κατὰ τὴν γένεσιν αὐτῇ συναρμοσθέντος σώματος ἔχει τὴν σύστασιν καὶ μήτε τῇ φύσει τῆς ψυχῆς καθ' ἑαυτὴν μήτε τῇ φύσει τοῦ σώματος χωρὶς ἀπεκλήρωσεν θεὸς τὴν τοιάνδε γένεσιν ἢ τὴν ζωὴν καὶ τὸν σύμ- παντα βίον, ἀλλὰ τοῖς ἐκ τούτων γενομένοις ἀνθρώποις, ἵν', ἐξ ὧν γίνονται καὶ ζῶσι, διαβιώσαντες εἰς ἕν τι καὶ κοινὸν καταλήξωσιν τέλος, δεῖ, πάντως ἑνὸς ὄντος ἐξ ἀμφοτέρων ζῴου τοῦ καὶ πάσχοντος ὁπόσα πάθη ψυχῆς καὶ ὁπόσα τοῦ σώματος ἐνεργοῦντός τε καὶ πράττοντος ὁπόσα τῆς αἰσθητικῆς ἢ τῆς λογικῆς δεῖται κρίσεως, πρὸς ἕν τι τέλος ἀναφέρεσθαι πάντα τὸν ἐκ τούτων εἱρμόν, ἵνα πάντα καὶ διὰ πάντων συντρέχῃ πρὸς μίαν ἁρμονίαν καὶ τὴν αὐτὴν συμπάθειαν, ἀνθρώπου γένεσις, ἀνθρώπου φύσις, ἀνθρώπου ζωή, ἀνθρώπου πράξεις καὶ πάθη καὶ βίος καὶ τὸ τῇ φύσει προσῆκον τέλος. εἰ δὲ μία τίς ἐστιν ἁρμονία τοῦ ζῴου παντὸς καὶ συμ- πάθεια, καὶ τῶν ἐκ ψυχῆς φυομένων καὶ τῶν διὰ τοῦ σώματος ἐπιτελουμένων, ἓν εἶναι δεῖ καὶ τὸ ἐπὶ πᾶσι τούτοις τέλος. ἓν δὲ τέλος ἔσται κατ' ἀλήθειαν, τοῦ αὐτοῦ ζῴου κατὰ τὴν ἑαυτοῦ σύστασιν ὄντος, οὗπέρ ἐστιν τέλος τὸ τέλος. τὸ αὐτὸ δὲ ζῷον ἔσται καθαρῶς, τῶν αὐτῶν ὄντων πάντων ἐξ ὧν ὡς μερῶν τὸ ζῷον. τὰ αὐτὰ δὲ κατὰ τὴν ἰδιάζουσαν ἕνωσιν ἔσται, τῶν διαλυθέντων πάλιν ἑνωθέν- των πρὸς τὴν τοῦ ζῴου σύστασιν. ἡ δὲ τῶν αὐτῶν ἀνθρώπων σύστασις ἐξ ἀνάγκης ἑπομένην δείκνυσιν τὴν τῶν νεκρωθέντων καὶ διαλυθέντων σωμάτων ἀνάστασιν· ταύτης γὰρ χωρὶς οὔτ' ἂν ἑνωθείη τὰ αὐτὰ μέρη κατὰ φύσιν ἀλλήλοις οὔτ' ἂν συσταίη τῶν αὐτῶν ἀνθρώπων ἡ φύσις. εἰ δὲ καὶ νοῦς καὶ λόγος δέδοται τοῖς ἀνθρώποις πρὸς διάκρισιν νοητῶν, οὐκ οὐσιῶν μόνον ἀλλὰ καὶ τῆς τοῦ δόντος ἀγαθότητος καὶ σοφίας καὶ δικαιοσύνης, ἀνάγκη, διαμενόντων ὧν ἕνεκεν ἡ λογικὴ δέδοται κρίσις, καὶ αὐτὴν διαμένειν τὴν ἐπὶ τούτοις δοθεῖσαν κρίσιν· ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ