1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

18

θάνατον ἐν χωρισμῷ καὶ διαλύσει τυγχανόντων. ἀλλὰ κατ' οὐδέτερον τῶν εἰρημένων εὑρεῖν δυνατὸν σῳζομένην τὴν δικαίαν κρίσιν· οὔτε γὰρ οἱ σπουδαῖοι κατὰ τὴν παροῦσαν ζωὴν φέρονται τὰ τῆς ἀρετῆς ἐπίχειρα οὔτε μὴν οἱ φαῦλοι τὰ τῆς κακίας. παρίημι γὰρ λέγειν ὅτι σῳζομένης τῆς φύσεως ἐν ᾗ νῦν ἐσμέν, οὐδ' ἡ θνητὴ φύσις ἐνεγκεῖν οἵα τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων φερομένην πλημμελημάτων. ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν ἑνὶ θανάτῳ λύσειεν τὴν ἐπὶ τούτοις δίκην ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές, ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν καὶ παρορῶν μὲν τὰ θεῖα, καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατα- σκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων καὶ δῃώσας χώραν καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ σύμπαν ἔθνος, πῶς ἂν ἐν φθαρτῷ τῷ σώματι πρὸς τὴν τούτοις σύμμετρον ἀρκέσειεν δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ' ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης φύσεως; οὔτ' οὖν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ' ἀξίαν δείκνυται κρίσις οὔτε μετὰ θάνατον. Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος συν- διαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν ἡ ψυχὴ καθ' ἑαυτὴν ἄλυτος ἀσκέδαστος ἀδιάφθορος, φθείρεται δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῷζον οὔτε μνήμην τῶν εἰργασμένων οὔτ' αἴσθησιν τῶν ἐπ' αὐτῇ παθημάτων. σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία φανήσεται τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ' ἀρετὴν ἢ κακίαν βεβιωκότων [ἡ] κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος τό τε τῆς ἀνομίας ταύτης κεφάλαιον, ἀθεότης. εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ' ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ' οὕτως ἕξει χώραν ἡ κατ' αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπεὶ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾗ μὴ πρόσεστι τὸ δίκαιον. οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον μὴ σῳζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ' οἷς ἡ κρίσις, ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ' ἑαυτήν. τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ' οὐδενὸς φυλάξει τὸ δίκαιον. Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημ-